Write an English version of the marked Greek lines for a 16-year-old who does not know Greek myths. Make it clear and enjoyable to read, with natural sentences and some of the poem’s rhythm. Keep Hesiod’s meaning and images. Use today’s words, not old-fashioned ones. Do not add or leave out important facts. Keep names in the reading text. Add only the brief clue needed to follow a sentence; put other background in cards. If Hesiod explains a name, keep that explanation in the translation. Use natural English word order and make pronouns clear. Avoid interrupting sentences with explanations. Return one JSON result for each section below. Give each a short title, the translation, a very simple summary, and one short card for each useful name or hard word. Use the name hints only if they fit the Greek. Put real doubts in "uncertainties". Leave text marked [del: ...] out of the reading text and note it in "uncertainties". SECTIONS [{"id": "p061", "start": 963, "end": 968, "heading": "A new song begins"}, {"id": "p062", "start": 969, "end": 987, "heading": "Goddesses and mortal families"}, {"id": "p063", "start": 988, "end": 1002, "heading": "Phaethon and Medea"}, {"id": "p064", "start": 1003, "end": 1018, "heading": "Sea goddesses, Circe, and Calypso"}, {"id": "p065", "start": 1019, "end": 1022, "heading": "The next song: mortal women"}] NAME HINTS [] CONTEXT BEFORE (do not translate) 957: Περσηὶς Κίρκην τε καὶ Αἰήτην βασιλῆα. 958: Αἰήτης δʼ υἱὸς φαεσιμβρότου Ἠελίοιο 959: κούρην Ὠκεανοῖο τελήεντος ποταμοῖο 960: γῆμε θεῶν βουλῇσιν Ἰδυῖαν καλλιπάρῃον. 961: ἣ δέ οἱ Μήδειαν ἐύσφυρον ἐν φιλότητι 962: γείναθʼ ὑποδμηθεῖσα διὰ χρυσέην Ἀφροδίτην. >>> TRANSLATE THESE GREEK VERSES: 963-1022 <<< 963: ὑμεῖς μὲν νῦν χαίρετʼ, Ὀλύμπια δώματʼ ἔχοντες, 964: νῆσοί τʼ ἤπειροί τε καὶ ἁλμυρὸς ἔνδοθι πόντος. 965: νῦν δὲ θεάων φῦλον ἀείσατε, ἡδυέπειαι 966: Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο, 967: ὅσσαι δὴ θνητοῖσι παρʼ ἀνδράσιν εὐνηθεῖσαι 968: ἀθάναται γείναντο θεοῖς ἐπιείκελα τέκνα. 969: Δημήτηρ μὲν Πλοῦτον ἐγείνατο, δῖα θεάων, 970: Ἰασίωνʼ ἥρωι μιγεῖσʼ ἐρατῇ φιλότητι 971: νειῷ ἔνι τριπόλῳ, Κρήτης ἐν πίονι δήμῳ, 972: ἐσθλόν, ὃς εἶσʼ ἐπὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης 973: πάντη· τῷ δὲ τυχόντι καὶ οὗ κʼ ἐς χεῖρας ἵκηται, 974: τὸν δʼ ἀφνειὸν ἔθηκε, πολὺν δέ οἱ ὤπασεν ὄλβον. 975: Κάδμῳ δʼ Ἁρμονίη, θυγάτηρ χρυσέης Ἀφροδιτης, 976: Ἰνὼ καὶ Σεμέλην καὶ Ἀγαυὴν καλλιπάρῃον 977: Αὐτονόην θʼ, ἣν γῆμεν Ἀρισταῖος βαθυχαίτης, 978: γείνατο καὶ Πολύδωρον ἐυστεφάνῳ ἐνὶ Θήβῃ. 979: κούρη δʼ Ὠκεανοῦ, Χρυσάορι καρτεροθύμῳ 980: μιχθεῖσʼ ἐν φιλότητι πολυχρύσου Ἀφροδίτης, 981: Καλλιρόη τέκε παῖδα βροτῶν κάρτιστον ἁπάντων, 982: Γηρυονέα, τὸν κτεῖνε βίη Ἡρακληείη 983: βοῶν ἕνεκʼ εἰλιπόδων ἀμφιρρύτῳ εἰν Ἐρυθείῃ. 984: Τιθωνῷ δʼ Ἠὼς τέκε Μέμνονα χαλκοκορυστήν, 985: Αἰθιόπων βασιλῆα, καὶ Ἠμαθίωνα ἄνακτα. 986: αὐτὰρ ὑπαὶ Κεφάλῳ φιτύσατο φαίδιμον υἱόν, 987: ἴφθιμον Φαέθοντα, θεοῖς ἐπιείκελον ἄνδρα. 988: τόν ῥα νέον τέρεν ἄνθος ἔχοντʼ ἐρικυδέος ἥβης 989: παῖδʼ ἀταλὰ φρονέοντα φιλομμειδὴς Ἀφροδίτη 990: ὦρτʼ ἀναρεψαμένη, καί μιν ζαθέοις ἐνὶ νηοῖς 991: νηοπόλον νύχιον ποιήσατο, δαίμονα δῖον. 992: κούρην δʼ Αἰήταο διοτρεφέος βασιλῆος 993: Αἰσονίδης βουλῇσι θεῶν αἰειγενετάων 994: ἦγε παρʼ Αἰήτεω, τελέσας στονόεντας ἀέθλους, 995: τοὺς πολλοὺς ἐπέτελλε μέγας βασιλεὺς ὑπερήνωρ, 996: ὑβριστὴς Πελίης καὶ ἀτάσθαλος, ὀβριμοεργός. 997: τοὺς τελέσας Ἰαωλκὸν ἀφίκετο, πολλὰ μογήσας, 998: ὠκείης ἐπὶ νηὸς ἄγων ἑλικώπιδα κούρην 999: Αἰσονίδης, καί μιν θαλερὴν ποιήσατʼ ἄκοιτιν. 1000: καί ῥʼ ἥ γε δμηθεῖσʼ ὑπʼ Ἰήσονι, ποιμένι λαῶν, 1001: Μήδειον τέκε παῖδα, τὸν οὔρεσιν ἔτρεφε Χείρων 1002: Φιλυρίδης· μεγάλου δὲ Διὸς νόος ἐξετελεῖτο. 1003: αὐτὰρ Νηρῆος κοῦραι,· ἁλίοιο γέροντος, 1004: ἦ τοι μὲν Φῶκον Ψαμάθη τέκε δῖα θεάων 1005: Αἰακοῦ ἐν φιλότητι διὰ χρυσέην Ἀφροδίτην, 1006: Πηλέι δὲ δμηθεῖσα θεὰ Θέτις ἀργυρόπεζα 1007: γείνατʼ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα. 1008: Αἰνείαν δʼ ἄρʼ ἔτικτεν ἐυστέφανος Κυθέρεια 1009: Ἀγχίσῃ ἥρωι μιγεῖσʼ ἐρατῇ φιλότητι 1010: Ἴδης ἐν κορυφῇσι πολυπτύχου ὑληέσσης. 1011: Κίρκη δʼ, Ἠελίου θυγάτηρ Ὑπεριονίδαο, 1012: γείνατʼ Ὀδυσσῆος ταλασίφρονος ἐν φιλότητι 1013: Ἄγριον ἠδὲ Λατῖνον ἀμύμονά τε κρατερόν τε· 1014: [del: Τηλέγονον δʼ ἄρʼ ἔτικτε διὰ χρυσέην Ἀφροδίτην.] 1015: οἳ δή τοι μάλα τῆλε μυχῷ νήσων ἱεράων 1016: πᾶσιν Τυρσηνοῖσιν ἀγακλειτοῖσιν ἄνασσον. 1017: Ναυσίθοον δʼ Ὀδυσῆι Καλυψὼ δῖα θεάων 1018: γείνατο Ναυσίνοόν τε μιγεῖσʼ ἐρατῇ φιλότητι. 1019: αὗται μὲν θνητοῖσι παρʼ ἀνδράσιν εὐνηθεῖσαι 1020: ἀθάναται γείναντο θεοῖς ἐπιείκελα τέκνα. 1021: νῦν δὲ γυναικῶν φῦλον ἀείσατε, ἡδυέπειαι 1022: Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο. >>> END OF ASSIGNED VERSES <<< CONTEXT AFTER (do not translate) (none)