Write an English version of the marked Greek lines for a 16-year-old who does not know Greek myths. Make it clear and enjoyable to read, with natural sentences and some of the poem’s rhythm. Keep Hesiod’s meaning and images. Use today’s words, not old-fashioned ones. Do not add or leave out important facts. Keep names in the reading text. Add only the brief clue needed to follow a sentence; put other background in cards. If Hesiod explains a name, keep that explanation in the translation. Use natural English word order and make pronouns clear. Avoid interrupting sentences with explanations. Return one JSON result for each section below. Give each a short title, the translation, a very simple summary, and one short card for each useful name or hard word. Use the name hints only if they fit the Greek. Put real doubts in "uncertainties". Leave text marked [del: ...] out of the reading text and note it in "uncertainties". SECTIONS [{"id": "p057", "start": 901, "end": 917, "heading": "Zeus's divine children"}, {"id": "p058", "start": 918, "end": 929, "heading": "Leto, Hera, Athena, and Hephaestus"}, {"id": "p059", "start": 930, "end": 946, "heading": "Poseidon, Ares, and Zeus"}, {"id": "p060", "start": 947, "end": 962, "heading": "Dionysus, Heracles, and more"}] NAME HINTS [] CONTEXT BEFORE (do not translate) 895: πρώτην μὲν κούρην γλαυκώπιδα Τριτογένειαν 896: ἶσον ἔχουσαν πατρὶ μένος καὶ ἐπίφρονα βουλήν. 897: αὐτὰρ ἔπειτʼ ἄρα παῖδα θεῶν βασιλῆα καὶ ἀνδρῶν 898: ἤμελλεν τέξεσθαι, ὑπέρβιον ἦτορ ἔχοντα· 899: ἀλλʼ ἄρα μιν Ζεὺς πρόσθεν ἑὴν ἐσκάτθετο νηδύν, 900: ὡς δή οἱ φράσσαιτο θεὰ ἀγαθόν τε κακόν τε. >>> TRANSLATE THESE GREEK VERSES: 901-962 <<< 901: δεύτερον ἠγάγετο λιπαρὴν Θέμιν, ἣ τέκεν Ὥρας, 902: Εὐνομίην τε Δίκην τε καὶ Εἰρήνην τεθαλυῖαν, 903: αἳ ἔργʼ ὠρεύουσι καταθνητοῖσι βροτοῖσι, 904: Μοίρας θʼ, ᾗ πλείστην τιμὴν πόρε μητίετα Ζεύς, 905: Κλωθώ τε Λάχεσίν τε καὶ Ἄτροπον, αἵτε διδοῦσι 906: θνητοῖς ἀνθρώποισιν ἔχειν ἀγαθόν τε κακόν τε. 907: τρεῖς δέ οἱ Εὐρυνομη Χάριτας τέκε καλλιπαρῄους, 908: Ὠκεανοῦ κούρη, πολυήρατον εἶδος ἔχουσα, 909: Ἀγλαΐην τε καὶ Εὐφροσύνην Θαλίην τʼ ἐρατεινήν· 910: τῶν καὶ ἀπὸ βλεφάρων ἔρος εἴβετο δερκομενάων 911: λυσιμελής· καλὸν δέ θʼ ὑπʼ ὀφρύσι δερκιόωνται. 912: αὐτὰρ ὁ Δήμητρος πολυφόρβης ἐς λέχος ἦλθεν, 913: ἣ τέκε Περσεφόνην λευκώλενον, ἣν Ἀιδωνεὺς 914: ἥρπασε ἧς παρὰ μητρός· ἔδωκε δὲ μητίετα Ζεύς. 915: Μνημοσύνης δʼ ἐξαῦτις ἐράσσατο καλλικόμοιο, 916: ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο 917: ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. 918: Λητὼ δʼ Ἀπόλλωνα καὶ Ἄρτεμιν ἰοχέαιραν, 919: ἱμερόεντα γόνον περὶ πάντων Οὐρανιώνων, 920: γείνατʼ ἄρʼ αἰγιόχοιο Διὸς φιλότητι μιγεῖσα. 921: λοισθοτάτην δʼ Ἥρην θαλερὴν ποιήσατʼ ἄκοιτιν· 922: ἣ δʼ Ἥβην καὶ Ἄρηα καὶ Εἰλείθυιαν ἔτικτε 923: μιχθεῖσʼ ἐν φιλότητι θεῶν βασιλῆι καὶ ἀνδρῶν. 924: αὐτὸς δʼ ἐκ κεφαλῆς γλαυκώπιδα Τριτογένειαν 925: δεινὴν ἐγρεκύδοιμον ἀγέστρατον Ἀτρυτώνην 926: πότνιαν, ᾗ κέλαδοί τε ἅδον πόλεμοί τε μάχαι τε, 927: Ἥρη δʼ Ἥφαιστον κλυτὸν οὐ φιλότητι μιγεῖσα 928: γείνατο, καὶ ζαμένησε καὶ ἤρισε ᾧ παρακοίτῃ, 929: ἐκ πάντων τέχνῃσι κεκασμένον Οὐρανιώνων. 930: Ἐκ δʼ Ἀμφιτρίτης καὶ ἐρικτύπου Ἐννοσιγαίου 931: Τρίτων εὐρυβίης γένετο μέγας, ὅστε θαλάσσης 932: πυθμένʼ ἔχων παρὰ μητρὶ φίλῃ καὶ πατρὶ ἄνακτι 933: ναίει χρύσεα δῶ, δεινὸς θεός. αὐτὰρ Ἄρηι 934: ῥινοτόρῳ Κυθέρεια Φόβον καὶ Δεῖμον ἔτικτε 935: δεινούς, οἵτʼ ἀνδρῶν πυκινὰς κλονέουσι φάλαγγας 936: ἐν πολέμῳ κρυόεντι σὺν Ἄρηι πτολιπόρθῳ, 937: Ἁρμονίην θʼ, ἣν Κάδμος ὑπέρθυμος θέτʼ ἄκοιτιν. 938: Ζηνὶ δʼ ἄρʼ Ἀτλαντὶς Μαίη τέκε κύδιμον Ἑρμῆν, 939: κήρυκʼ ἀθανάτων, ἱερὸν λέχος εἰσαναβᾶσα. 940: Καδμείη δʼ ἄρα οἱ Σεμέλη τέκε φαίδιμον υἱὸν 941: μιχθεῖσʼ ἐν φιλότητι, Διώνυσον πολυγηθέα, 942: ἀθάνατον θνητή· νῦν δʼ ἀμφότεροι θεοί εἰσιν. 943: Ἀλκμήνη δʼ ἄρʼ ἔτικτε βίην Ἡρακληείην 944: μιχθεῖσʼ ἐν φιλότητι Διὸς νεφεληγερέταο. 945: ἀγλαΐην δʼ Ἥφαιστος, ἀγακλυτὸς ἀμφιγυήεις, 946: ὁπλοτάτην Χαρίτων θαλερὴν ποιήσατʼ ἄκοιτιν. 947: χρυσοκόμης δὲ Διώνυσος ξανθὴν Ἀριάδνην, 948: κούρην Μίνωος, θαλερὴν ποιήσατʼ ἄκοιτιν. 949: τὴν δέ οἱ ἀθάνατον καὶ ἀγήρω θῆκε Κρονίων. 950: ἥβην δʼ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱός, 951: ἲς Ἡρακλῆος, τελέσας στονόεντας ἀέθλους, 952: παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου, 953: αἰδοίην θέτʼ ἄκοιτιν ἐν Οὐλύμπῳ νιφόεντι, 954: ὄλβιος, ὃς μέγα ἔργον ἐν ἀθανάτοισιν ἀνύσσας 955: ναίει ἀπήμαντος καὶ ἀγήραος ἤματα πάντα. 956: ἠελίῳ δʼ ἀκάμαντι τέκεν κλυτὸς Ὠκεανίνη 957: Περσηὶς Κίρκην τε καὶ Αἰήτην βασιλῆα. 958: Αἰήτης δʼ υἱὸς φαεσιμβρότου Ἠελίοιο 959: κούρην Ὠκεανοῖο τελήεντος ποταμοῖο 960: γῆμε θεῶν βουλῇσιν Ἰδυῖαν καλλιπάρῃον. 961: ἣ δέ οἱ Μήδειαν ἐύσφυρον ἐν φιλότητι 962: γείναθʼ ὑποδμηθεῖσα διὰ χρυσέην Ἀφροδίτην. >>> END OF ASSIGNED VERSES <<< CONTEXT AFTER (do not translate) 963: ὑμεῖς μὲν νῦν χαίρετʼ, Ὀλύμπια δώματʼ ἔχοντες, 964: νῆσοί τʼ ἤπειροί τε καὶ ἁλμυρὸς ἔνδοθι πόντος. 965: νῦν δὲ θεάων φῦλον ἀείσατε, ἡδυέπειαι 966: Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο, 967: ὅσσαι δὴ θνητοῖσι παρʼ ἀνδράσιν εὐνηθεῖσαι 968: ἀθάναται γείναντο θεοῖς ἐπιείκελα τέκνα.