Write an English version of the marked Greek lines for a 16-year-old who does not know Greek myths. Make it clear and enjoyable to read, with natural sentences and some of the poem’s rhythm. Keep Hesiod’s meaning and images. Use today’s words, not old-fashioned ones. Do not add or leave out important facts. Keep names in the reading text. Add only the brief clue needed to follow a sentence; put other background in cards. If Hesiod explains a name, keep that explanation in the translation. Use natural English word order and make pronouns clear. Avoid interrupting sentences with explanations. Return one JSON result for each section below. Give each a short title, the translation, a very simple summary, and one short card for each useful name or hard word. Use the name hints only if they fit the Greek. Put real doubts in "uncertainties". Leave text marked [del: ...] out of the reading text and note it in "uncertainties". SECTIONS [{"id": "p051", "start": 775, "end": 806, "heading": "The oath by Styx"}, {"id": "p052", "start": 807, "end": 819, "heading": "At the world's limits"}, {"id": "p053", "start": 820, "end": 838, "heading": "Earth bears Typhoeus"}] NAME HINTS [] CONTEXT BEFORE (do not translate) 769: ἑστᾶσιν, δεινὸς δὲ κύων προπάροιθε φυλάσσει 770: νηλειής, τέχνην δὲ κακὴν ἔχει· ἐς μὲν ἰόντας 771: σαίνει ὁμῶς οὐρῇ τε καὶ οὔασιν ἀμφοτέροισιν, 772: ἐξελθεῖν δʼ οὐκ αὖτις ἐᾷ πάλιν, ἀλλὰ δοκεύων 773: ἐσθίει, ὅν κε λάβῃσι πυλέων ἔκτοσθεν ἰόντα. 774: [del: ἰφθίμου τʼ Ἀίδεω καὶ ἐπαινῆς Περσεφονείης.] >>> TRANSLATE THESE GREEK VERSES: 775-838 <<< 775: ἔνθα δὲ ναιετάει στυγερὴ θεὸς ἀθανάτοισι, 776: δεινὴ Στύξ, θυγάτηρ ἀψορρόου Ὠκεανοῖο 777: πρεσβυτάτη· νόσφιν δὲ θεῶν κλυτὰ δώματα ναίει 778: μακρῇσιν πέτρῃσι κατηρεφέʼ· ἀμφὶ δὲ πάντη 779: κίοσιν ἀργυρέοισι πρὸς οὐρανὸν ἐστήρικται. 780: παῦρα δὲ Θαύμαντος θυγάτηρ πόδας ὠκέα Ἶρις 781: ἀγγελίην πωλεῖται ἐπʼ εὐρέα νῶτα θαλάσσης. 782: ὁππότʼ ἔρις καὶ νεῖκος ἐν ἀθανάτοισιν ὄρηται 783: καί ῥʼ ὅστις ψεύδηται Ὀλύμπια δώματʼ ἐχόντων, 784: Ζεὺς δέ τε Ἶριν ἔπεμψε θεῶν μέγαν ὅρκον ἐνεῖκαι 785: τηλόθεν ἐν χρυσέῃ προχόῳ πολυώνυμον ὕδωρ 786: ψυχρόν, ὅτʼ ἐκ πέτρης καταλείβεται ἠλιβάτοιο 787: ὑψηλῆς· πολλὸν δὲ ὑπὸ χθονὸς εὐρυοδείης 788: ἐξ ἱεροῦ ποταμοῖο ῥέει διὰ νύκτα μέλαιναν 789: Ὠκεανοῖο κέρας· δεκάτη δʼ ἐπὶ μοῖρα δέδασται· 790: ἐννέα μὲν περὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης 791: δίνῃς ἀργυρέῃς εἱλιγμένος εἰς ἅλα πίπτει, 792: ἣ δὲ μίʼ ἐκ πέτρης προρέει μέγα πῆμα θεοῖσιν. 793: ὅς κεν τὴν ἐπίορκον ἀπολλείψας ἐπομόσσῃ 794: ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου, 795: κεῖται νήυτμος τετελεσμένον εἰς ἐνιαυτόν· 796: οὐδέ ποτʼ ἀμβροσίης καὶ νέκταρος ἔρχεται ἆσσον 797: βρώσιος, ἀλλά τε κεῖται ἀνάπνευστος καὶ ἄναυδος 798: στρωτοῖς ἐν λεχέεσσι, κακὸν δέ ἑ κῶμα καλύπτει. 799: αὐτὰρ ἐπεὶ νοῦσον τελέσῃ μέγαν εἰς ἐνιαυτόν, 800: ἄλλος γʼ ἐξ ἄλλου δέχεται χαλεπώτερος ἄεθλος. 801: εἰνάετες δὲ θεῶν ἀπαμείρεται αἰὲν ἐόντων, 802: οὐδέ ποτʼ ἐς βουλὴν ἐπιμίσγεται οὐδʼ ἐπὶ δαῖτας 803: ἐννέα πάντα ἔτεα· δεκάτῳ δʼ ἐπιμίσγεται αὖτις 804: εἴρας ἐς ἀθανάτων, οἳ Ὀλύμπια δώματʼ ἔχουσιν. 805: τοῖον ἄρʼ ὅρκον ἔθεντο θεοὶ Στυγὸς ἄφθιτον ὕδωρ 806: ὠγύγιον, τὸ δʼ ἵησι καταστυφέλου διὰ χώρου. 807: ἔνθα δὲ γῆς δνοφερῆς καὶ Ταρτάρου ἠερόεντος 808: πόντου τʼ ἀτρυγέτοιο καὶ οὐρανοῦ ἀστερόεντος 809: ἑξείης πάντων πηγαὶ καὶ πείρατʼ ἔασιν 810: ἀργαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ. 811: ἔνθα δὲ μαρμάρεαί τε πύλαι καὶ χάλκεος οὐδὸς 812: ἀστεμφής, ῥίζῃσι διηνεκέεσσιν ἀρηρώς, 813: αὐτοφυής· πρόσθεν δὲ θεῶν ἔκτοσθεν ἁπάντων 814: Τιτῆνες ναίουσι, πέρην Χάεος ζοφεροῖο. 815: αὐτὰρ ἐρισμαράγοιο Διὸς κλειτοὶ ἐπίκουροι 816: δώματα ναιετάουσιν ἐπʼ Ὠκεανοῖο θεμέθλοις, 817: Κόττος τʼ ἠδὲ Γύης· Βριάρεών γε μὲν ἠὺν ἐόντα 818: γαμβρὸν ἑὸν ποίησε βαρύκτυπος Ἐννοσίγαιος, 819: δῶκε δὲ Κυμοπόλειαν ὀπυίειν, θυγατέρα ἥν. 820: αὐτὰρ ἐπεὶ Τιτῆνας ἀπʼ οὐρανοῦ ἐξέλασεν Ζεύς, 821: ὁπλότατον τέκε παῖδα Τυφωέα Γαῖα πελώρη 822: Ταρτάρου ἐν φιλότητι διὰ χρυσέην Ἀφροδίτην· 823: οὗ χεῖρες μὲν ἔασιν ἐπʼ ἰσχύι, ἔργματʼ ἔχουσαι, 824: καὶ πόδες ἀκάματοι κρατεροῦ θεοῦ· ἐκ δέ οἱ ὤμων 825: ἣν ἑκατὸν κεφαλαὶ ὄφιος, δεινοῖο δράκοντος, 826: γλώσσῃσιν δνοφερῇσι λελιχμότες, ἐκ δέ οἱ ὄσσων 827: θεσπεσίῃς κεφαλῇσιν ὑπʼ ὀφρύσι πῦρ ἀμάρυσσεν· 828: πασέων δʼ ἐκ κεφαλέων πῦρ καίετο δερκομένοιο· 829: φωναὶ δʼ ἐν πάσῃσιν ἔσαν δεινῇς κεφαλῇσι 830: παντοίην ὄπʼ ἰεῖσαι ἀθέσφατον· ἄλλοτε μὲν γὰρ 831: φθέγγονθʼ ὥστε θεοῖσι συνιέμεν, ἄλλοτε δʼ αὖτε 832: ταύρου ἐριβρύχεω, μένος ἀσχέτου, ὄσσαν ἀγαύρου, 833: ἄλλοτε δʼ αὖτε λέοντος ἀναιδέα θυμὸν ἔχοντος, 834: ἄλλοτε δʼ αὖ σκυλάκεσσιν ἐοικότα, θαύματʼ ἀκοῦσαι, 835: ἄλλοτε δʼ αὖ ῥοίζεσχʼ, ὑπὸ δʼ ἤχεεν οὔρεα μακρά. 836: καί νύ κεν ἔπλετο ἔργον ἀμήχανον ἤματι κείνῳ 837: καί κεν ὅ γε θνητοῖσι καὶ ἀθανάτοισιν ἄναξεν, 838: εἰ μὴ ἄρʼ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε. >>> END OF ASSIGNED VERSES <<< CONTEXT AFTER (do not translate) 839: σκληρὸν δʼ ἐβρόντησε καὶ ὄβριμον, ἀμφὶ δὲ γαῖα 840: σμερδαλέον κονάβησε καὶ οὐρανὸς εὐρὺς ὕπερθε 841: πόντος τʼ Ὠκεανοῦ τε ῥοαὶ καὶ Τάρταρα γαίης. 842: ποσσὶ δʼ ὕπʼ ἀθανάτοισι μέγας πελεμίζετʼ Ὄλυμπος 843: ὀρνυμένοιο ἄνακτος· ἐπεστενάχιζε δὲ γαῖα. 844: καῦμα δʼ ὑπʼ ἀμφοτέρων κάτεχεν ἰοειδέα πόντον