Write an English version of the marked Greek lines for a 16-year-old who does not know Greek myths. Make it clear and enjoyable to read, with natural sentences and some of the poem’s rhythm. Keep Hesiod’s meaning and images. Use today’s words, not old-fashioned ones. Do not add or leave out important facts. Keep names in the reading text. Add only the brief clue needed to follow a sentence; put other background in cards. If Hesiod explains a name, keep that explanation in the translation. Use natural English word order and make pronouns clear. Avoid interrupting sentences with explanations. Return one JSON result for each section below. Give each a short title, the translation, a very simple summary, and one short card for each useful name or hard word. Use the name hints only if they fit the Greek. Put real doubts in "uncertainties". Leave text marked [del: ...] out of the reading text and note it in "uncertainties". SECTIONS [{"id": "p047", "start": 711, "end": 728, "heading": "The Titans are defeated"}, {"id": "p048", "start": 729, "end": 744, "heading": "Deep Tartarus"}, {"id": "p049", "start": 745, "end": 766, "heading": "Night, Day, Sleep, and Death"}, {"id": "p050", "start": 767, "end": 774, "heading": "The guard at the gate"}] NAME HINTS [] CONTEXT BEFORE (do not translate) 705: τόσσος δοῦπος ἔγεντο θεῶν ἔριδι ξυνιόντων. 706: σὺν δʼ ἄνεμοι ἔνοσίν τε κονίην τʼ ἐσφαράγιζον 707: βροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν, 708: κῆλα Διὸς μεγάλοιο, φέρον δʼ ἰαχήν τʼ ἐνοπήν τε 709: ἐς μέσον ἀμφοτέρων· ὄτοβος δʼ ἄπλητος ὀρώρει 710: σμερδαλέης ἔριδος, κάρτος δʼ ἀνεφαίνετο ἔργων. >>> TRANSLATE THESE GREEK VERSES: 711-774 <<< 711: ἐκλίνθη δὲ μάχη· πρὶν δʼ ἀλλήλοις ἐπέχοντες 712: ἐμμενέως ἐμάχοντο διὰ κρατερὰς ὑσμίνας. 713: οἳ δʼ ἄρʼ ἐνὶ πρώτοισι μάχην δριμεῖαν ἔγειραν 714: Κόττος τε Βριάρεώς τε Γύης τʼ ἄατος πολέμοιο, 715: οἵ ῥα τριηκοσίας πέτρας στιβαρῶν ἀπὸ χειρῶν 716: πέμπον ἐπασσυτέρας, κατὰ δʼ ἐσκίασαν βελέεσσι 717: Τιτῆνας, καὶ τοὺς μὲν ὑπὸ χθονὸς εὐρυοδείης 718: πέμψαν καὶ δεσμοῖσιν ἐν ἀργαλέοισιν ἔδησαν 719: χερσὶν νικήσαντες ὑπερθύμους περ ἐόντας, 720: τόσσον ἔνερθʼ ὑπὸ γῆς, ὅσον οὐρανός ἐστʼ ἀπὸ γαίης· 721: τόσσον γάρ τʼ ἀπὸ γῆς ἐς Τάρταρον ἠερόεντα. 722: ἐννέα γὰρ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων 723: οὐρανόθεν κατιὼν δεκάτῃ κʼ ἐς γαῖαν ἵκοιτο· 724: ἐννέα δʼ αὖ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων 725: ἐκ γαίης κατιὼν δεκάτῃ κʼ ἐς Τάρταρον ἵκοι. 726: τὸν πέρι χάλκεον ἕρκος ἐλήλαται· ἀμφὶ δέ μιν νὺξ 727: τριστοιχεὶ κέχυται περὶ δειρήν· αὐτὰρ ὕπερθεν 728: γῆς ῥίζαι πεφύασι καὶ ἀτρυγέτοιο θαλάσσης. 729: ἔνθα θεοὶ Τιτῆνες ὑπὸ ζόφῳ ἠερόεντι 730: κεκρύφαται βουλῇσι Διὸς νεφεληγερέταο 731: χώρῳ ἐν εὐρώεντι, πελώρης ἔσχατα γαίης. 732: τοῖς οὐκ ἐξιτόν ἐστι. θύρας δʼ ἐπέθηκε Ποσειδέων 733: χαλκείας, τεῖχος δὲ περοίχεται ἀμφοτέρωθεν. 734: ἔνθα Γύης Κόττος τε καὶ Ὀβριάρεως μεγάθυμος 735: ναίουσιν, φύλακες πιστοὶ Διὸς αἰγιόχοιο. 736: ἔνθα δὲ γῆς δνοφερῆς καὶ Ταρτάρου ἠερόεντος 737: πόντου τʼ ἀτρυγέτοιο καὶ οὐρανοῦ ἀστερόεντος 738: ἑξείης πάντων πηγαὶ καὶ πείρατʼ ἔασιν 739: ἀργαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ, 740: χάσμα μέγʼ, οὐδέ κε πάντα τελεσφόρον εἰς ἐνιαυτὸν 741: οὖδας ἵκοιτʼ, εἰ πρῶτα πυλέων ἔντοσθε γένοιτο, 742: ἀλλά κεν ἔνθα καὶ ἔνθα φέροι πρὸ θύελλα θυέλλῃ 743: ἀργαλέη· δεινὸν δὲ καὶ ἀθανάτοισι θεοῖσι 744: τοῦτο τέρας. Νυκτὸς δʼ ἐρεβεννῆς οἰκία δεινὰ 745: ἕστηκεν νεφέλῃς κεκαλυμμένα κυανέῃσιν. 746: τῶν πρόσθʼ Ἰαπετοῖο πάις ἔχει οὐρανὸν εὐρὺν 747: ἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν 748: ἀστεμφέως, ὅθι Νύξ τε καὶ Ἡμέρη ἆσσον ἰοῦσαι 749: ἀλλήλας προσέειπον, ἀμειβόμεναι μέγαν οὐδὸν 750: χάλκεον· ἣ μὲν ἔσω καταβήσεται, ἣ δὲ θύραζε 751: ἔρχεται, οὐδέ ποτʼ ἀμφοτέρας δόμος ἐντὸς ἐέργει, 752: ἀλλʼ αἰεὶ ἑτέρη γε δόμων ἔκτοσθεν ἐοῦσα 753: γαῖαν ἐπιστρέφεται, ἣ δʼ αὖ δόμου ἐντὸς ἐοῦσα 754: μίμνει τὴν αὐτῆς ὥρην ὁδοῦ, ἔστʼ ἂν ἵκηται, 755: ἣ μὲν ἐπιχθονίοισι φάος πολυδερκὲς ἔχουσα, 756: ἣ δʼ Ὕπνον μετὰ χερσί, κασίγνητον Θανάτοιο. 757: Νὺξ ὀλοή, νεφέλῃ κεκαλυμμένη ἠεροειδεῖ. 758: ἔνθα δὲ Νυκτὸς παῖδες ἐρεμνῆς οἰκίʼ ἔχουσιν, 759: Ὕπνος καὶ Θάνατος, δεινοὶ θεοί· οὐδέ ποτʼ αὐτοὺς 760: Ἠέλιος φαέθων ἐπιδέρκεται ἀκτίνεσσιν 761: οὐρανὸν εἲς ἀνιὼν οὐδʼ οὐρανόθεν καταβαίνων. 762: τῶν δʼ ἕτερος γαῖάν τε καὶ εὐρέα νῶτα θαλάσσης 763: ἥσυχος ἀνστρέφεται καὶ μείλιχος ἀνθρώποισι, 764: τοῦ δὲ σιδηρέη μὲν κραδίη, χάλκεον δέ οἱ ἦτορ 765: νηλεὲς ἐν στήθεσσιν· ἔχει δʼ ὃν πρῶτα λάβῃσιν 766: ἀνθρώπων· ἐχθρὸς δὲ καὶ ἀθανάτοισι θεοῖσιν. 767: ἔνθα θεοῦ χθονίου πρόσθεν δόμοι ἠχήεντες 768: ἰφθίμου τʼ Ἀίδεω καὶ ἐπαινῆς Περσεφονείης 769: ἑστᾶσιν, δεινὸς δὲ κύων προπάροιθε φυλάσσει 770: νηλειής, τέχνην δὲ κακὴν ἔχει· ἐς μὲν ἰόντας 771: σαίνει ὁμῶς οὐρῇ τε καὶ οὔασιν ἀμφοτέροισιν, 772: ἐξελθεῖν δʼ οὐκ αὖτις ἐᾷ πάλιν, ἀλλὰ δοκεύων 773: ἐσθίει, ὅν κε λάβῃσι πυλέων ἔκτοσθεν ἰόντα. 774: [del: ἰφθίμου τʼ Ἀίδεω καὶ ἐπαινῆς Περσεφονείης.] >>> END OF ASSIGNED VERSES <<< CONTEXT AFTER (do not translate) 775: ἔνθα δὲ ναιετάει στυγερὴ θεὸς ἀθανάτοισι, 776: δεινὴ Στύξ, θυγάτηρ ἀψορρόου Ὠκεανοῖο 777: πρεσβυτάτη· νόσφιν δὲ θεῶν κλυτὰ δώματα ναίει 778: μακρῇσιν πέτρῃσι κατηρεφέʼ· ἀμφὶ δὲ πάντη 779: κίοσιν ἀργυρέοισι πρὸς οὐρανὸν ἐστήρικται. 780: παῦρα δὲ Θαύμαντος θυγάτηρ πόδας ὠκέα Ἶρις