Write an English version of the marked Greek lines for a 16-year-old who does not know Greek myths. Make it clear and enjoyable to read, with natural sentences and some of the poem’s rhythm. Keep Hesiod’s meaning and images. Use today’s words, not old-fashioned ones. Do not add or leave out important facts. Keep names in the reading text. Add only the brief clue needed to follow a sentence; put other background in cards. If Hesiod explains a name, keep that explanation in the translation. Use natural English word order and make pronouns clear. Avoid interrupting sentences with explanations. Return one JSON result for each section below. Give each a short title, the translation, a very simple summary, and one short card for each useful name or hard word. Use the name hints only if they fit the Greek. Put real doubts in "uncertainties". Leave text marked [del: ...] out of the reading text and note it in "uncertainties". SECTIONS [{"id": "p044", "start": 654, "end": 663, "heading": "Cottus answers Zeus"}, {"id": "p045", "start": 664, "end": 686, "heading": "The armies meet"}, {"id": "p046", "start": 687, "end": 710, "heading": "Zeus fills the world with fire"}] NAME HINTS [] CONTEXT BEFORE (do not translate) 648: Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐκγενόμεσθα. 649: ὑμεῖς δὲ μεγάλην τε βίην καὶ χεῖρας ἀάπτους 650: φαίνετε Τιτήνεσσιν ἐναντίοι ἐν δαῒ λυγρῇ 651: μνησάμενοι φιλότητος ἐνηέος, ὅσσα παθόντες 652: ἐς φάος ἂψ ἀφίκεσθε δυσηλεγέος ὑπὸ δεσμοῦ 653: ἡμετέρας διὰ βουλὰς ὑπὸ ζόφου ἠερόεντος. >>> TRANSLATE THESE GREEK VERSES: 654-710 <<< 654: ὣς φάτο· τὸν δʼ ἐξαῦτις ἀμείβετο Κόττος ἀμύμων· 655: Δαιμόνιʼ, οὐκ ἀδάητα πιφαύσκεαι· ἀλλὰ καὶ αὐτοὶ 656: ἴδμεν, ὅ τοι περὶ μὲν πραπίδες, περὶ δʼ ἐστὶ νόημα, 657: ἀλκτὴρ δʼ ἀθανάτοισιν ἀρῆς γένεο κρυεροῖο. 658: σῇσι δʼ ἐπιφροσύνῃσιν ὑπὸ ζόφου ἠερόεντος 659: ἄψορρον δʼ† ἐξαῦτις ἀμειλίκτων ὑπὸ δεσμῶν 660: ἠλύθομεν, Κρόνου υἱὲ ἄναξ, ἀνάελπτα παθόντες. 661: τῷ καὶ νῦν ἀτενεῖ τε νόῳ καὶ ἐπίφρονι βουλῇ 662: ῥυσόμεθα κράτος ὑμὸν ἐν αἰνῇ δηϊοτῆτι 663: μαρνάμενοι Τιτῆσιν ἀνὰ κρατερὰς ὑσμίνας. 664: ὣς φάτʼ· ἐπῄνεσσαν δὲ θεοί, δωτῆρες ἐάων, 665: μῦθον ἀκούσαντες· πολέμου δʼ ἐλιλαίετο θυμὸς 666: μᾶλλον ἔτʼ ἢ τὸ πάροιθε· μάχην δʼ ἀμέγαρτον ἔγειραν 667: πάντες, θήλειαι τε καὶ ἄρσενες, ἤματι κείνῳ, 668: Τιτῆνές τε θεοὶ καὶ ὅσοι Κρόνου ἐξεγένοντο, 669: οὕς τε Ζεὺς Ἐρέβευσφιν ὑπὸ χθονὸς ἧκε φόωσδε 670: δεινοί τε κρατεροί τε, βίην ὑπέροπλον ἔχοντες. 671: τῶν ἑκατὸν μὲν χεῖρες ἀπʼ ὤμων ἀίσσοντο 672: πᾶσιν ὁμῶς, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα 673: ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν. 674: οἳ τότε Τιτήνεσσι κατέσταθεν ἐν δαῒ λυγρῇ 675: πέτρας ἠλιβάτους στιβαρῇς ἐν χερσὶν ἔχοντες. 676: Τιτῆνες δʼ ἑτέρωθεν ἐκαρτύναντο φάλαγγας 677: προφρονέως, χειρῶν τε βίης θʼ ἅμα ἔργον ἔφαινον 678: ἀμφότεροι· δεινὸν δὲ περίαχε πόντος ἀπείρων, 679: γῆ δὲ μέγʼ ἐσμαράγησεν, ἐπέστενε δʼ οὐρανὸς εὐρὺς 680: σειόμενος, πεδόθεν δὲ τινάσσετο μακρὸς Ὄλυμπος 681: ῥιπῇ ὕπʼ ἀθανάτων, ἔνοσις δʼ ἵκανε βαρεῖα 682: Τάρταρον ἠερόεντα, ποδῶν τʼ αἰπεῖα ἰωὴ 683: ἀσπέτου ἰωχμοῖο βολάων τε κρατεράων· 684: ὣς ἄρʼ ἐπʼ ἀλλήλοις ἵεσαν βέλεα στονόεντα. 685: φωνὴ δʼ ἀμφοτέρων ἵκετʼ οὐρανὸν ἀστερόεντα 686: κεκλομένων· οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ. 687: οὐδʼ ἄρʼ ἔτι Ζεὺς ἴσχεν ἑὸν μένος, ἀλλά νυ τοῦ γε 688: εἶθαρ μὲν μένεος πλῆντο φρένες, ἐκ δέ τε πᾶσαν 689: φαῖνε βίην· ἄμυδις δʼ ἄρʼ ἀπʼ οὐρανοῦ ἠδʼ ἀπʼ Ὀλύμπου 690: ἀστράπτων ἔστειχε συνωχαδόν· οἱ δὲ κεραυνοὶ 691: ἴκταρ ἅμα βροντῇ τε καὶ ἀστεροπῇ ποτέοντο 692: χειρὸς ἄπο στιβαρῆς, ἱερὴν φλόγα εἰλυφόωντες 693: ταρφέες· ἀμφὶ δὲ γαῖα φερέσβιος ἐσμαράγιζε 694: καιομένη, λάκε δʼ ἀμφὶ πυρὶ μεγάλʼ ἄσπετος ὕλη. 695: ἔζεε δὲ χθὼν πᾶσα καὶ Ὠκεανοῖο ῥέεθρα 696: πόντος τʼ ἀτρύγετος· τοὺς δʼ ἄμφεπε θερμὸς ἀυτμὴ 697: Τιτῆνας χθονίους, φλὸξ δʼ αἰθέρα δῖαν ἵκανεν 698: ἄσπετος, ὄσσε δʼ ἄμερδε καὶ ἰφθίμων περ ἐόντων 699: αὐγὴ μαρμαίρουσα κεραυνοῦ τε στεροπῆς τε. 700: καῦμα δὲ θεσπέσιον κάτεχεν Χάος· εἴσατο δʼ ἄντα 701: ὀφθαλμοῖσιν ἰδεῖν ἠδʼ οὔασι ὄσσαν ἀκοῦσαι 702: αὔτως, ὡς εἰ Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε 703: πίλνατο· τοῖος γάρ κε μέγας ὑπὸ δοῦπος ὀρώρει 704: τῆς μὲν ἐρειπομένης, τοῦ δʼ ὑψόθεν ἐξεριπόντος· 705: τόσσος δοῦπος ἔγεντο θεῶν ἔριδι ξυνιόντων. 706: σὺν δʼ ἄνεμοι ἔνοσίν τε κονίην τʼ ἐσφαράγιζον 707: βροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν, 708: κῆλα Διὸς μεγάλοιο, φέρον δʼ ἰαχήν τʼ ἐνοπήν τε 709: ἐς μέσον ἀμφοτέρων· ὄτοβος δʼ ἄπλητος ὀρώρει 710: σμερδαλέης ἔριδος, κάρτος δʼ ἀνεφαίνετο ἔργων. >>> END OF ASSIGNED VERSES <<< CONTEXT AFTER (do not translate) 711: ἐκλίνθη δὲ μάχη· πρὶν δʼ ἀλλήλοις ἐπέχοντες 712: ἐμμενέως ἐμάχοντο διὰ κρατερὰς ὑσμίνας. 713: οἳ δʼ ἄρʼ ἐνὶ πρώτοισι μάχην δριμεῖαν ἔγειραν 714: Κόττος τε Βριάρεώς τε Γύης τʼ ἄατος πολέμοιο, 715: οἵ ῥα τριηκοσίας πέτρας στιβαρῶν ἀπὸ χειρῶν 716: πέμπον ἐπασσυτέρας, κατὰ δʼ ἐσκίασαν βελέεσσι