Write an English version of the marked Greek lines for a 16-year-old who does not know Greek myths. Make it clear and enjoyable to read, with natural sentences and some of the poem’s rhythm. Keep Hesiod’s meaning and images. Use today’s words, not old-fashioned ones. Do not add or leave out important facts. Keep names in the reading text. Add only the brief clue needed to follow a sentence; put other background in cards. If Hesiod explains a name, keep that explanation in the translation. Use natural English word order and make pronouns clear. Avoid interrupting sentences with explanations. Return one JSON result for each section below. Give each a short title, the translation, a very simple summary, and one short card for each useful name or hard word. Use the name hints only if they fit the Greek. Put real doubts in "uncertainties". Leave text marked [del: ...] out of the reading text and note it in "uncertainties". SECTIONS [{"id": "p037", "start": 535, "end": 557, "heading": "Prometheus divides the sacrifice"}, {"id": "p038", "start": 558, "end": 569, "heading": "Prometheus steals fire"}, {"id": "p039", "start": 570, "end": 589, "heading": "A woman is made"}] NAME HINTS [] CONTEXT BEFORE (do not translate) 529: οὐκ ἀέκητι Ζηνὸς Ὀλυμπίου ὑψιμέδοντος, 530: ὄφρʼ Ἡρακλῆος Θηβαγενέος κλέος εἴη 531: πλεῖον ἔτʼ ἢ τὸ πάροιθεν ἐπὶ χθόνα πουλυβότειραν. 532: ταῦτʼ ἄρα ἁζόμενος τίμα ἀριδείκετον υἱόν· 533: καί περ χωόμενος παύθη χόλου, ὃν πρὶν ἔχεσκεν, 534: οὕνεκʼ ἐρίζετο βουλὰς ὑπερμενέι Κρονίωνι. >>> TRANSLATE THESE GREEK VERSES: 535-589 <<< 535: καὶ γὰρ ὅτʼ ἐκρίνοντο θεοὶ θνητοί τʼ ἄνθρωποι 536: Μηκώνῃ, τότʼ ἔπειτα μέγαν βοῦν πρόφρονι θυμῷ 537: δασσάμενος προέθηκε, Διὸς νόον ἐξαπαφίσκων. 538: τοῖς μὲν γὰρ σάρκας τε καὶ ἔγκατα πίονα δημῷ 539: ἐν ῥινῷ κατέθηκε καλύψας γαστρὶ βοείῃ, 540: τῷ δʼ αὖτʼ ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ 541: εὐθετίσας κατέθηκε καλύψας ἀργέτι δημῷ. 542: δὴ τότε μιν προσέειπε πατὴρ ἀνδρῶν τε θεῶν τε· 543: Ἰαπετιονίδη, πάντων ἀριδείκετʼ ἀνάκτων, 544: ὦ πέπον, ὡς ἑτεροζήλως διεδάσσαο μοίρας. 545: ὣς φάτο κερτομέων Ζεὺς ἄφθιτα μήδεα εἰδώς. 546: τὸν δʼ αὖτε προσέειπε Προμηθεὺς ἀγκυλομήτης 547: ἦκʼ ἐπιμειδήσας, δολίης δʼ οὐ λήθετο τέχνης· 548: ζεῦ κύδιστε μέγιστε θεῶν αἰειγενετάων, 549: τῶν δʼ ἕλεʼ, ὁπποτέρην σε ἐνὶ φρεσὶ θυμὸς ἀνώγει. 550: Φῆ ῥα δολοφρονέων· Ζεὺς δʼ ἄφθιτα μήδεα εἰδὼς 551: γνῶ ῥʼ οὐδʼ ἠγνοίησε δόλον· κακὰ δʼ ὄσσετο θυμῷ 552: θνητοῖς ἀνθρώποισι, τὰ καὶ τελέεσθαι ἔμελλεν. 553: χερσὶ δʼ ὅ γʼ ἀμφοτέρῃσιν ἀνείλετο λευκὸν ἄλειφαρ. 554: χώσατο δὲ φρένας ἀμφί, χόλος δέ μιν ἵκετο θυμόν, 555: ὡς ἴδεν ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ. 556: ἐκ τοῦ δʼ ἀθανάτοισιν ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων 557: καίουσʼ ὀστέα λευκὰ θυηέντων ἐπὶ βωμῶν. 558: τὸν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς· 559: Ἰαπετιονίδη, πάντων πέρι μήδεα εἰδώς, 560: ὦ πέπον, οὐκ ἄρα πω δολίης ἐπιλήθεο τέχνης. 561: ὣς φάτο χωόμενος Ζεὺς ἄφθιτα μήδεα εἰδώς· 562: ἐκ τούτου δὴ ἔπειτα δόλου μεμνημένος αἰεὶ 563: οὐκ ἐδίδου Μελίῃσι πυρὸς μένος ἀκαμάτοιο 564: θνητοῖς ἀνθρώποις, οἳ ἐπὶ χθονὶ ναιετάουσιν. 565: ἀλλά μιν ἐξαπάτησεν ἐὺς πάις Ἰαπετοῖο 566: κλέψας ἀκαμάτοιο πυρὸς τηλέσκοπον. αὐγὴν 567: ἐν κοΐλῳ νάρθηκι· δάκεν δέ ἑ νειόθι θυμόν, 568: Ζῆνʼ ὑψιβρεμέτην, ἐχόλωσε δέ μιν φίλον ἦτορ, 569: ὡς ἴδʼ ἐν ἀνθρώποισι πυρὸς τηλέσκοπον αὐγήν. 570: αὐτίκα δʼ ἀντὶ πυρὸς τεῦξεν κακὸν ἀνθρώποισιν· 571: γαίης γὰρ σύμπλασσε περικλυτὸς Ἀμφιγυήεις 572: παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς. 573: ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη 574: ἀργυφέη ἐσθῆτι· κατὰ κρῆθεν δὲ καλύπτρην 575: δαιδαλέην χείρεσσι κατέσχεθε, θαῦμα ἰδέσθαι· 576: [del: ἀμφὶ δέ οἱ στεφάνους, νεοθηλέος ἄνθεα ποίης,] 577: [del: ἱμερτοὺς περίθηκε καρήατι Παλλὰς Ἀθήνη.] 578: ἀμφὶ δέ οἱ στεφάνην χρυσέην κεφαλῆφιν ἔθηκε, 579: τὴν αὐτὸς ποίησε περικλυτὸς Ἀμφιγυήεις 580: ἀσκήσας παλάμῃσι, χαριζόμενος Διὶ πατρί. 581: τῇ δʼ ἐνὶ δαίδαλα πολλὰ τετεύχατο, θαῦμα ἰδέσθαι, 582: κνώδαλʼ, ὅσʼ ἤπειρος πολλὰ τρέφει ἠδὲ θάλασσα, 583: τῶν ὅ γε πόλλʼ ἐνέθηκε,—χάρις δʼ ἀπελάμπετο πολλή,— 584: θαυμάσια, ζῴοισιν ἐοικότα φωνήεσσιν. 585: αὐτὰρ ἐπεὶ δὴ τεῦξε καλὸν κακὸν ἀντʼ ἀγαθοῖο. 586: ἐξάγαγʼ, ἔνθα περ ἄλλοι ἔσαν θεοὶ ἠδʼ ἄνθρωποι, 587: κόσμῳ ἀγαλλομένην γλαυκώπιδος ὀβριμοπάτρης. 588: θαῦμα δʼ ἔχʼ ἀθανάτους τε θεοὺς θνητούς τʼ ἀνθρώπους, 589: ὡς εἶδον δόλον αἰπύν, ἀμήχανον ἀνθρώποισιν. >>> END OF ASSIGNED VERSES <<< CONTEXT AFTER (do not translate) 590: ἐκ τῆς γὰρ γένος ἐστὶ γυναικῶν θηλυτεράων, 591: [del: τῆς γὰρ ὀλώιόν ἐστι γένος καὶ φῦλα γυναικῶν,] 592: πῆμα μέγʼ αἳ θνητοῖσι μετʼ ἀνδράσι ναιετάουσιν 593: οὐλομένης πενίης οὐ σύμφοροι, ἀλλὰ κόροιο. 594: ὡς δʼ ὁπότʼ ἐν σμήνεσσι κατηρεφέεσσι μέλισσαι 595: κηφῆνας βόσκωσι, κακῶν ξυνήονας ἔργων—