Write an English version of the marked Greek lines for a 16-year-old who does not know Greek myths. Make it clear and enjoyable to read, with natural sentences and some of the poem’s rhythm. Keep Hesiod’s meaning and images. Use today’s words, not old-fashioned ones. Do not add or leave out important facts. Keep names in the reading text. Add only the brief clue needed to follow a sentence; put other background in cards. If Hesiod explains a name, keep that explanation in the translation. Use natural English word order and make pronouns clear. Avoid interrupting sentences with explanations. Return one JSON result for each section below. Give each a short title, the translation, a very simple summary, and one short card for each useful name or hard word. Use the name hints only if they fit the Greek. Put real doubts in "uncertainties". Leave text marked [del: ...] out of the reading text and note it in "uncertainties". SECTIONS [{"id": "p034", "start": 485, "end": 506, "heading": "The stone and the return of Zeus's family"}, {"id": "p035", "start": 507, "end": 520, "heading": "The sons of Iapetus"}, {"id": "p036", "start": 521, "end": 534, "heading": "Prometheus is bound"}] NAME HINTS [] CONTEXT BEFORE (do not translate) 479: Ζῆνα μέγαν· τὸν μέν οἱ ἐδέξατο Γαῖα πελώρη 480: Κρήτῃ ἐν εὐρείῃ τραφέμεν ἀτιταλλέμεναί τε. 481: ἔνθα μιν ἷκτο φέρουσα θοὴν διὰ νύκτα μέλαιναν 482: πρώτην ἐς Λύκτον· κρύψεν δέ ἑ χερσὶ λαβοῦσα 483: ἄντρῳ ἐν ἠλιβάτῳ, ζαθέης ὑπὸ κεύθεσι γαίης, 484: Αἰγαίῳ ἐν ὄρει πεπυκασμένῳ ὑλήεντι. >>> TRANSLATE THESE GREEK VERSES: 485-534 <<< 485: τῷ δὲ σπαργανίσασα μέγαν λίθον ἐγγυάλιξεν 486: Οὐρανίδῃ μέγʼ ἄνακτι, θεῶν προτέρῳ βασιλῆι. 487: τὸν τόθʼ ἑλὼν χείρεσσιν ἑὴν ἐσκάτθετο νηδὺν 488: σχέτλιος· οὐδʼ ἐνόησε μετὰ φρεσίν, ὥς οἱ ὀπίσσω 489: ἀντὶ λίθου ἑὸς υἱὸς ἀνίκητος καὶ ἀκηδὴς 490: λείπεθʼ, ὅ μιν τάχʼ ἔμελλε βίῃ καὶ χερσὶ δαμάσσας 491: τιμῆς ἐξελάειν, ὃ δʼ ἐν ἀθανάτοισι ἀνάξειν. 492: καρπαλίμως δʼ ἄρʼ ἔπειτα μένος καὶ φαίδιμα γυῖα 493: ηὔξετο τοῖο ἄνακτος· ἐπιπλομένων δʼ ἐνιαυτῶν 494: Γαίης ἐννεσίῃσι πολυφραδέεσσι δολωθεὶς 495: ὃν γόνον ἄψ ἀνέηκε μέγας Κρόνος ἀγκυλομήτης 496: [del: νικηθεὶς τέχνῃσι βίηφί τε παιδὸς ἑοῖο.] 497: πρῶτον δʼ ἐξέμεσεν λίθον, ὃν πύματον κατέπινεν· 498: τὸν μὲν Ζεὺς στήριξε κατὰ χθονὸς εὐρυοδείης 499: Πυθοῖ ἐν ἠγαθέῃ γυάλοις ὕπο Παρνησοῖο 500: σῆμʼ ἔμεν ἐξοπίσω, θαῦμα θνητοῖσι βροτοῖσιν. 501: λῦσε δὲ πατροκασιγνήτους ὀλοῶν ὑπὸ δεσμῶν 502: Οὐρανίδας, οὓς δῆσε πατὴρ ἀεσιφροσύνῃσιν· 503: οἳ οἱ ἀπεμνήσαντο χάριν ἐυεργεσιάων, 504: δῶκαν δὲ βροντὴν ἠδʼ αἰθαλόεντα κεραυνὸν 505: καὶ στεροπήν· τὸ πρὶν δὲ πελώρη Γαῖα κεκεύθει· 506: τοῖς πίσυνος θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει. 507: κούρην δʼ Ἰαπετὸς καλλίσφυρον Ὠκεανίνην 508: ἠγάγετο Κλυμένην καὶ ὁμὸν λέχος εἰσανέβαινεν. 509: ἣ δέ οἱ Ἄτλαντα κρατερόφρονα γείνατο παῖδα· 510: τίκτε δʼ ὑπερκύδαντα Μενοίτιον ἠδὲ Προμηθέα 511: ποικίλον αἰολόμητιν, ἁμαρτίνοόν τʼ Ἐπιμηθέα 512: ὃς κακὸν ἐξ ἀρχῆς γένετʼ ἀνδράσιν ἀλφηστῇσιν· 513: πρῶτος γάρ ῥα Διὸς πλαστὴν ὑπέδεκτο γυναῖκα 514: παρθένον. ὑβριστὴν δὲ Μενοίτιον εὐρύοπα Ζεὺς 515: εἰς Ἔρεβος κατέπεμψε βαλὼν ψολόεντι κεραυνῷ 516: εἵνεκʼ ἀτασθαλίης τε καὶ ἠνορέης ὑπερόπλου. 517: Ἄτλας δʼ οὐρανὸν εὐρὺν ἔχει κρατερῆς ὑπʼ ἀνάγκης 518: πείρασιν ἐν γαίης, πρόπαρ Εσπερίδων λιγυφώνων, 519: ἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν· 520: ταύτην γάρ οἱ μοῖραν ἐδάσσατο μητίετα Ζεύς. 521: δῆσε δʼ ἀλυκτοπέδῃσι Προμηθέα ποικιλόβουλον 522: δεσμοῖς ἀργαλέοισι μέσον διὰ κίονʼ ἐλάσσας· 523: καί οἱ ἐπʼ αἰετὸν ὦρσε τανύπτερον· αὐτὰρ ὅ γʼ ἧπαρ 524: ἤσθιεν ἀθάνατον, τὸ δʼ ἀέξετο ἶσον ἁπάντη 525: νυκτός ὅσον πρόπαν ἦμαρ ἔδοι τανυσίπτερος ὄρνις. 526: τὸν μὲν ἄρʼ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱὸς 527: Ἡρακλέης ἔκτεινε, κακὴν δʼ ἀπὸ νοῦσον ἄλαλκεν 528: Ἰαπετιονίδῃ καὶ ἐλύσατο δυσφροσυνάων 529: οὐκ ἀέκητι Ζηνὸς Ὀλυμπίου ὑψιμέδοντος, 530: ὄφρʼ Ἡρακλῆος Θηβαγενέος κλέος εἴη 531: πλεῖον ἔτʼ ἢ τὸ πάροιθεν ἐπὶ χθόνα πουλυβότειραν. 532: ταῦτʼ ἄρα ἁζόμενος τίμα ἀριδείκετον υἱόν· 533: καί περ χωόμενος παύθη χόλου, ὃν πρὶν ἔχεσκεν, 534: οὕνεκʼ ἐρίζετο βουλὰς ὑπερμενέι Κρονίωνι. >>> END OF ASSIGNED VERSES <<< CONTEXT AFTER (do not translate) 535: καὶ γὰρ ὅτʼ ἐκρίνοντο θεοὶ θνητοί τʼ ἄνθρωποι 536: Μηκώνῃ, τότʼ ἔπειτα μέγαν βοῦν πρόφρονι θυμῷ 537: δασσάμενος προέθηκε, Διὸς νόον ἐξαπαφίσκων. 538: τοῖς μὲν γὰρ σάρκας τε καὶ ἔγκατα πίονα δημῷ 539: ἐν ῥινῷ κατέθηκε καλύψας γαστρὶ βοείῃ, 540: τῷ δʼ αὖτʼ ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ