Write an English version of the marked Greek lines for a 16-year-old who does not know Greek myths. Make it clear and enjoyable to read, with natural sentences and some of the poem’s rhythm. Keep Hesiod’s meaning and images. Use today’s words, not old-fashioned ones. Do not add or leave out important facts. Keep names in the reading text. Add only the brief clue needed to follow a sentence; put other background in cards. If Hesiod explains a name, keep that explanation in the translation. Use natural English word order and make pronouns clear. Avoid interrupting sentences with explanations. Return one JSON result for each section below. Give each a short title, the translation, a very simple summary, and one short card for each useful name or hard word. Use the name hints only if they fit the Greek. Put real doubts in "uncertainties". Leave text marked [del: ...] out of the reading text and note it in "uncertainties". SECTIONS [{"id": "p031", "start": 429, "end": 452, "heading": "Where Hecate helps"}, {"id": "p032", "start": 453, "end": 467, "heading": "Cronus swallows his children"}, {"id": "p033", "start": 468, "end": 484, "heading": "Rhea hides Zeus"}] NAME HINTS [] CONTEXT BEFORE (do not translate) 423: οὐδέ τί μιν Κρονίδης ἐβιήσατο οὐδέ τʼ ἀπηύρα, 424: ὅσσʼ ἔλαχεν Τιτῆσι μετὰ προτέροισι θεοῖσιν, 425: ἀλλʼ ἔχει, ὡς τὸ πρῶτον ἀπʼ ἀρχῆς ἔπλετο δασμός, 426: οὐδʼ, ὅτι μουνογενής, ἧσσον θεὰ ἔμμορε τιμῆς, 427: καὶ γέρας ἐν γαίῃ τε καὶ οὐρανῷ ἠδὲ θαλάσσῃ· 428: ἀλλʼ ἔτι καὶ πολὺ μᾶλλον, ἐπεὶ Ζεὺς τίεται αὐτήν. >>> TRANSLATE THESE GREEK VERSES: 429-484 <<< 429: ᾧ δʼ ἐθέλει, μεγάλως παραγίγνεται ἠδʼ ὀνίνησιν· 430: ἔν τʼ ἀγορῇ λαοῖσι μεταπρέπει, ὅν κʼ ἐθέλῃσιν· 431: ἠδʼ ὁπότʼ ἐς πόλεμον φθεισήνορα θωρήσσωνται 432: ἀνέρες, ἔνθα θεὰ παραγίγνεται, οἷς κʼ ἐθέλῃσι 433: νίκην προφρονέως ὀπάσαι καὶ κῦδος ὀρέξαι. 434: ἔν τε δίκῃ βασιλεῦσι παρʼ αἰδοίοισι καθίζει, 435: ἐσθλὴ δʼ αὖθʼ ὁπότʼ ἄνδρες ἀεθλεύωσιν ἀγῶνι, 436: ἔνθα θεὰ καὶ τοῖς παραγίγνεται ἠδʼ ὀνίνησιν· 437: νικήσας δὲ βίῃ καὶ κάρτεϊ καλὸν ἄεθλον 438: ῥεῖα φέρει χαίρων τε, τοκεῦσι δὲ κῦδος ὀπάζει. 439: ἐσθλὴ δʼ ἱππήεσσι παρεστάμεν, οἷς κʼ ἐθέλῃσιν. 440: καὶ τοῖς, οἳ γλαυκὴν δυσπέμφελον ἐργάζονται, 441: εὔχονται δʼ Ἑκάτῃ καὶ ἐρικτύπῳ Ἐννοσιγαίῳ, 442: ῥηιδίως ἄγρην κυδρὴ θεὸς ὤπασε πολλήν, 443: ῥεῖα δʼ ἀφείλετο φαινομένην, ἐθέλουσά γε θυμῷ. 444: ἐσθλὴ δʼ ἐν σταθμοῖσι σὺν Ἑρμῇ ληίδʼ ἀέξειν· 445: βουκολίας δʼ ἀγέλας τε καὶ αἰπόλια πλατέʼ αἰγῶν 446: ποίμνας τʼ εἰροπόκων ὀίων, θυμῷ γʼ ἐθέλουσα, 447: ἐξ ὀλίγων βριάει κἀκ πολλῶν μείονα θῆκεν. 448: οὕτω τοι καὶ μουνογενὴς ἐκ μητρὸς ἐοῦσα 449: πᾶσι μετʼ ἀθανάτοισι τετίμηται γεράεσσιν. 450: θῆκε δέ μιν Κρονίδης κουροτρόφον, οἳ μετʼ ἐκείνην 451: ὀφθαλμοῖσιν ἴδοντο φάος πολυδερκέος Ἠοῦς. 452: οὕτως ἐξ ἀρχῆς κουροτρόφος, αἳ δέ τε τιμαί. 453: Ῥείη δὲ δμηθεῖσα Κρόνῳ τέκε φαίδιμα τέκνα, 454: Ἱστίην Δήμητρα καὶ Ἥρην χρυσοπέδιλον 455: ἴφθιμόν τʼ Ἀίδην, ὃς ὑπὸ χθονὶ δώματα ναίει 456: νηλεὲς ἦτορ ἔχων, καὶ ἐρίκτυπον Ἐννοσίγαιον 457: Ζῆνά τε μητιόεντα, θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν, 458: τοῦ καὶ ὑπὸ βροντῆς πελεμίζεται εὐρεῖα χθών. 459: καὶ τοὺς μὲν κατέπινε μέγας Κρόνος, ὥς τις ἕκαστος 460: νηδύος ἐξ ἱερῆς μητρὸς πρὸς γούναθʼ ἵκοιτο, 461: τὰ φρονέων, ἵνα μή τις ἀγαυῶν Οὐρανιώνων 462: ἄλλος ἐν ἀθανάτοισιν ἔχοι βασιληίδα τιμήν. 463: πεύθετο γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἀστερόεντος, 464: οὕνεκά οἱ πέπρωτο ἑῷ ὑπὸ παιδὶ δαμῆναι 465: καὶ κρατερῷ περ ἐόντι, Διὸς μεγάλου διὰ βουλάς· 466: τῷ ὅ γʼ ἄρʼ οὐκ ἀλαὸς σκοπιὴν ἔχεν, ἀλλὰ δοκεύων 467: παῖδας ἑοὺς κατέπινε· Ῥέην δʼ ἔχε πένθος ἄλαστον. 468: ἀλλʼ ὅτε δὴ Δίʼ ἔμελλε θεῶν πατέρʼ ἠδὲ καὶ ἀνδρῶν 469: τέξεσθαι, τότʼ ἔπειτα φίλους λιτάνευε τοκῆας 470: τοὺς αὐτῆς, Γαῖάν τε καὶ Οὐρανὸν ἀστερόεντα, 471: μῆτιν συμφράσσασθαι, ὅπως λελάθοιτο τεκοῦσα 472: παῖδα φίλον, τίσαιτο δʼ ἐρινῦς πατρὸς ἑοῖο 473: παίδων θʼ, οὓς κατέπινε μέγας Κρόνος ἀγκυλομήτης. 474: οἳ δὲ θυγατρὶ φίλῃ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο, 475: καί οἱ πεφραδέτην, ὅσα περ πέπρωτο γενέσθαι 476: ἀμφὶ Κρόνῳ βασιλῆι καὶ υἱέι καρτεροθύμῳ. 477: πέμψαν δʼ ἐς Λύκτον, Κρήτης ἐς πίονα δῆμον, 478: ὁππότʼ ἄρʼ ὁπλότατον παίδων τέξεσθαι ἔμελλε, 479: Ζῆνα μέγαν· τὸν μέν οἱ ἐδέξατο Γαῖα πελώρη 480: Κρήτῃ ἐν εὐρείῃ τραφέμεν ἀτιταλλέμεναί τε. 481: ἔνθα μιν ἷκτο φέρουσα θοὴν διὰ νύκτα μέλαιναν 482: πρώτην ἐς Λύκτον· κρύψεν δέ ἑ χερσὶ λαβοῦσα 483: ἄντρῳ ἐν ἠλιβάτῳ, ζαθέης ὑπὸ κεύθεσι γαίης, 484: Αἰγαίῳ ἐν ὄρει πεπυκασμένῳ ὑλήεντι. >>> END OF ASSIGNED VERSES <<< CONTEXT AFTER (do not translate) 485: τῷ δὲ σπαργανίσασα μέγαν λίθον ἐγγυάλιξεν 486: Οὐρανίδῃ μέγʼ ἄνακτι, θεῶν προτέρῳ βασιλῆι. 487: τὸν τόθʼ ἑλὼν χείρεσσιν ἑὴν ἐσκάτθετο νηδὺν 488: σχέτλιος· οὐδʼ ἐνόησε μετὰ φρεσίν, ὥς οἱ ὀπίσσω 489: ἀντὶ λίθου ἑὸς υἱὸς ἀνίκητος καὶ ἀκηδὴς 490: λείπεθʼ, ὅ μιν τάχʼ ἔμελλε βίῃ καὶ χερσὶ δαμάσσας