Write an English version of the marked Greek lines for a 16-year-old who does not know Greek myths. Make it clear and enjoyable to read, with natural sentences and some of the poem’s rhythm. Keep Hesiod’s meaning and images. Use today’s words, not old-fashioned ones. Do not add or leave out important facts. Keep names in the reading text. Add only the brief clue needed to follow a sentence; put other background in cards. If Hesiod explains a name, keep that explanation in the translation. Use natural English word order and make pronouns clear. Avoid interrupting sentences with explanations. Return one JSON result for each section below. Give each a short title, the translation, a very simple summary, and one short card for each useful name or hard word. Use the name hints only if they fit the Greek. Put real doubts in "uncertainties". Leave text marked [del: ...] out of the reading text and note it in "uncertainties". SECTIONS [{"id": "p028", "start": 383, "end": 403, "heading": "Styx stands with Zeus"}, {"id": "p029", "start": 404, "end": 413, "heading": "Hecate's family"}, {"id": "p030", "start": 414, "end": 428, "heading": "The honors Hecate keeps"}] NAME HINTS [] CONTEXT BEFORE (do not translate) 377: Πέρσην θʼ, ὃς καὶ πᾶσι μετέπρεπεν ἰδμοσύνῃσιν. 378: Ἀστραίῳ δʼ Ἠὼς ἀνέμους τέκε καρτεροθύμους, 379: ἀργέστην Ζέφυρον Βορέην τʼ αἰψηροκέλευθον 380: καὶ Νότον, ἐν φιλότητι θεὰ θεῷ εὐνηθεῖσα. 381: τοὺς δὲ μέτʼ ἀστέρα τίκτεν Ἑωσφόρον Ἠριγένεια 382: ἄστρα τε λαμπετόωντα, τά τʼ οὐρανὸς ἐστεφάνωται. >>> TRANSLATE THESE GREEK VERSES: 383-428 <<< 383: Στὺξ δʼ ἔτεκʼ Ὠκεανοῦ θυγάτηρ Πάλλαντι μιγεῖσα 384: Ζῆλον καὶ Νίκην καλλίσφυρον ἐν μεγάροισιν· 385: καὶ Κράτος ἠδὲ Βίην ἀριδείκετα γείνατο τέκνα, 386: τῶν οὐκ ἔστʼ ἀπάνευθε Διὸς δόμος, οὐδέ τις ἕδρη, 387: οὐδʼ ὁδός, ὅππη μὴ κείνοις θεὸς ἡγεμονεύῃ, 388: ἀλλʼ αἰεὶ πὰρ Ζηνὶ βαρυκτύπῳ ἑδριόωνται. 389: ὣς γὰρ ἐβούλευσεν Στὺξ ἄφθιτος Ὠκεανίνη 390: ἤματι τῷ, ὅτε πάντας Ὀλύμπιος ἀστεροπητὴς 391: ἀθανάτους ἐκάλεσσε θεοὺς ἐς μακρὸν Ὄλυμπον, 392: εἶπε δʼ, ὃς ἂν μετὰ εἷο θεῶν Τιτῆσι μάχοιτο, 393: μή τινʼ ἀπορραίσειν γεράων, τιμὴν δὲ ἕκαστον 394: ἑξέμεν, ἣν τὸ πάρος γε μετʼ ἀθανάτοισι θεοῖσιν 395: τὸν δʼ ἔφαθʼ, ὅστις ἄτιμος ὑπὸ Κρόνου ἠδʼ ἀγέραστος, 396: τιμῆς καὶ γεράων ἐπιβησέμεν, ἧ θέμις ἐστίν. 397: ἦλθε δʼ ἄρα πρώτη Στὺξ ἄφθιτος Οὔλυμπόνδε 398: σὺν σφοῖσιν παίδεσσι φίλου διὰ μήδεα πατρός. 399: τὴν δὲ Ζεὺς τίμησε, περισσὰ δὲ δῶρα δέδωκεν. 400: αὐτὴν μὲν γὰρ ἔθηκε θεῶν μέγαν ἔμμεναι ὅρκον, 401: παῖδας δʼ ἤματα πάντα ἑοῦ μεταναιέτας εἶναι. 402: ὣς δʼ αὔτως πάντεσσι διαμπερές, ὥς περ ὑπέστη, 403: ἐξετέλεσσʼ· αὐτὸς δὲ μέγα κρατεῖ ἠδὲ ἀνάσσει. 404: φοίβη δʼ αὖ Κοίου πολυήρατον ἦλθεν ἐς εὐνήν· 405: κυσαμένη δὴ ἔπειτα θεὰ θεοῦ ἐν φιλότητι 406: Λητὼ κυανόπεπλον ἐγείνατο, μείλιχον αἰεί, 407: ἤπιον ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσιν, 408: μείλιχον ἐξ ἀρχῆς, ἀγανώτατον ἐντὸς Ὀλύμπου. 409: γείνατο δʼ Ἀστερίην ἐυώνυμον, ἥν ποτε Πέρσης 410: ἠγάγετʼ ἐς μέγα δῶμα φίλην κεκλῆσθαι ἄκοιτιν. 411: ἢ δʼ ὑποκυσαμένη Ἑκάτην τέκε, τὴν περὶ πάντων 412: Ζεὺς Κρονίδης τίμησε· πόρεν δέ οἱ ἀγλαὰ δῶρα, 413: μοῖραν ἔχειν γαίης τε καὶ ἀτρυγέτοιο θαλάσσης. 414: ἣ δὲ καὶ ἀστερόεντος ἀπʼ οὐρανοῦ ἔμμορε τιμῆς 415: ἀθανάτοις τε θεοῖσι τετιμένη ἐστὶ μάλιστα. 416: καὶ γὰρ νῦν, ὅτε πού τις ἐπιχθονίων ἀνθρώπων 417: ἔρδων ἱερὰ καλὰ κατὰ νόμον ἱλάσκηται, 418: κικλῄσκει Ἑκάτην. πολλή τέ οἱ ἕσπετο τιμὴ 419: ῥεῖα μάλʼ, ᾧ πρόφρων γε θεὰ ὑποδέξεται εὐχάς, 420: καί τέ οἱ ὄλβον ὀπάζει, ἐπεὶ δύναμίς γε πάρεστιν. 421: ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο 422: καὶ τιμὴν ἔλαχον, τούτων ἔχει αἶσαν ἁπάντων. 423: οὐδέ τί μιν Κρονίδης ἐβιήσατο οὐδέ τʼ ἀπηύρα, 424: ὅσσʼ ἔλαχεν Τιτῆσι μετὰ προτέροισι θεοῖσιν, 425: ἀλλʼ ἔχει, ὡς τὸ πρῶτον ἀπʼ ἀρχῆς ἔπλετο δασμός, 426: οὐδʼ, ὅτι μουνογενής, ἧσσον θεὰ ἔμμορε τιμῆς, 427: καὶ γέρας ἐν γαίῃ τε καὶ οὐρανῷ ἠδὲ θαλάσσῃ· 428: ἀλλʼ ἔτι καὶ πολὺ μᾶλλον, ἐπεὶ Ζεὺς τίεται αὐτήν. >>> END OF ASSIGNED VERSES <<< CONTEXT AFTER (do not translate) 429: ᾧ δʼ ἐθέλει, μεγάλως παραγίγνεται ἠδʼ ὀνίνησιν· 430: ἔν τʼ ἀγορῇ λαοῖσι μεταπρέπει, ὅν κʼ ἐθέλῃσιν· 431: ἠδʼ ὁπότʼ ἐς πόλεμον φθεισήνορα θωρήσσωνται 432: ἀνέρες, ἔνθα θεὰ παραγίγνεται, οἷς κʼ ἐθέλῃσι 433: νίκην προφρονέως ὀπάσαι καὶ κῦδος ὀρέξαι. 434: ἔν τε δίκῃ βασιλεῦσι παρʼ αἰδοίοισι καθίζει,