Write an English version of the marked Greek lines for a 16-year-old who does not know Greek myths. Make it clear and enjoyable to read, with natural sentences and some of the poem’s rhythm. Keep Hesiod’s meaning and images. Use today’s words, not old-fashioned ones. Do not add or leave out important facts. Keep names in the reading text. Add only the brief clue needed to follow a sentence; put other background in cards. If Hesiod explains a name, keep that explanation in the translation. Use natural English word order and make pronouns clear. Avoid interrupting sentences with explanations. Return one JSON result for each section below. Give each a short title, the translation, a very simple summary, and one short card for each useful name or hard word. Use the name hints only if they fit the Greek. Put real doubts in "uncertainties". Leave text marked [del: ...] out of the reading text and note it in "uncertainties". SECTIONS [{"id": "p024", "start": 337, "end": 345, "heading": "Rivers born of Ocean"}, {"id": "p025", "start": 346, "end": 370, "heading": "The daughters of Ocean"}, {"id": "p026", "start": 371, "end": 374, "heading": "Sun, Moon, and Dawn"}, {"id": "p027", "start": 375, "end": 382, "heading": "Winds and stars"}] NAME HINTS [] CONTEXT BEFORE (do not translate) 331: κοιρανέων Τρητοῖο Νεμείης ἠδʼ Ἀπέσαντος· 332: ἀλλά ἑ ἲς ἐδάμασσε βίης Ἡρακληείης. 333: Κητὼ δʼ ὁπλότατον Φόρκυι φιλότητι μιγεῖσα 334: γείνατο δεινὸν ὄφιν, ὃς ἐρεμνῆς κεύθεσι γαίης 335: πείρασιν ἐν μεγάλοις παγχρύσεα μῆλα φυλάσσει. 336: τοῦτο μὲν ἐκ Κητοῦς καὶ Φόρκυνος γένος ἐστίν. >>> TRANSLATE THESE GREEK VERSES: 337-382 <<< 337: Τηθὺς δʼ Ὠκεανῷ Ποταμοὺς τέκε δινήεντας, 338: Νεῖλόν τʼ Ἀλφειόν τε καὶ Ἠριδανὸν βαθυδίνην 339: Στρυμόνα Μαίανδρόν τε καὶ Ἴστρον καλλιρέεθρον 340: Φᾶσίν τε Ῥῆσόν τʼ Ἀχελώιόν τʼ ἀργυροδίνην 341: Νέσσον τε Ῥοδίον θʼ Ἁλιάκμονά θʼ Ἑπτάπορόν τε 342: Γρήνικόν τε καὶ Αἴσηπον θεῖόν τε Σιμοῦντα 343: Πηνειόν τε καὶ Ἕρμον ἐυρρείτην τε Κάικον 344: Σαγγάριόν τε μέγαν Λάδωνά τε Παρθένιόν τε 345: Εὔηνόν τε καὶ Ἄρδησκον θεῖόν τε Σκάμανδρον. 346: τίκτε δὲ θυγατέρων ἱερὸν γένος, αἳ κατὰ γαῖαν 347: ἄνδρας κουρίζουσι σὺν Ἀπόλλωνι ἄνακτι 348: καὶ Ποταμοῖς, ταύτην δὲ Διὸς πάρα μοῖραν ἔχουσι, 349: Πειθώ τʼ Ἀδμήτη τε Ἰάνθη τʼ Ἠλέκτρη τε 350: Δωρίς τε Πρυμνώ τε καὶ Οὐρανίη θεοειδὴς 351: Ἱππώ τε Κλυμένη τε Ῥόδειά τε Καλλιρόη τε 352: Ζευξώ τε Κλυτίη τε Ἰδυῖά τε Πασιθόη τε 353: Πληξαύρη τε Γαλαξαύρη τʼ ἐρατή τε Διώνη 354: Μηλόβοσίς τε Φόη τε καὶ εὐειδὴς Πολυδώρη 355: Κερκηίς τε φυὴν ἐρατὴ Πλουτώ τε βοῶπις 356: Περσηίς τʼ Ἰάνειρά τʼ Ἀκάστη τε Ξάνθη τε 357: Πετραίη τʼ ἐρόεσσα Μενεσθώ τʼ Εὐρώπη τε 358: Μῆτίς τʼ Εὐρυνόμη τε Τελεστώ τε Κροκοπεπλος 359: Χρυσηίς τʼ Ἀσίη τε καὶ ἱμερόεσσα Καλυψὼ 360: Εὐδώρη τε Τύχη τε καὶ Ἀμφιρὼ Ὠκυρόη τε 361: καὶ Στύξ, ἣ δή σφεων προφερεστάτη ἐστὶν ἁπασέων. 362: αὗται δʼ Ὠκεανοῦ καὶ Τηθύος ἐξεγένοντο 363: πρεσβύταται κοῦραι· πολλαί γε μέν εἰσι καὶ ἄλλαι. 364: τρὶς γὰρ χίλιαί εἰσι τανύσφυροι Ὠκεανῖναι, 365: αἵ ῥα πολυσπερέες γαῖαν καὶ βένθεα λίμνης 366: πάντη ὁμῶς ἐφέπουσι, θεάων ἀγλαὰ τέκνα. 367: τόσσοι δʼ αὖθʼ ἕτεροι ποταμοὶ καναχηδὰ ῥέοντες, 368: υἱέες Ὠκεανοῦ, τοὺς γείνατο πότνια Τηθύς· 369: τῶν ὄνομʼ ἀργαλέον πάντων βροτὸν ἀνέρʼ ἐνισπεῖν, 370: οἳ δὲ ἕκαστοι ἴσασιν, ὅσοι περιναιετάωσιν. 371: θεία δʼ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην 372: Ἠῶ θʼ, ἣ πάντεσσιν ἐπιχθονίοισι φαείνει 373: ἀθανάτοις τε θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι, 374: γείναθʼ ὑποδμηθεῖσʼ Ὑπερίονος ἐν φιλότητι. 375: Κρίῳ δʼ Εὐρυβίη τέκεν ἐν φιλότητι μιγεῖσα 376: Ἀστραῖόν τε μέγαν Πάλλαντά τε δῖα θεάων 377: Πέρσην θʼ, ὃς καὶ πᾶσι μετέπρεπεν ἰδμοσύνῃσιν. 378: Ἀστραίῳ δʼ Ἠὼς ἀνέμους τέκε καρτεροθύμους, 379: ἀργέστην Ζέφυρον Βορέην τʼ αἰψηροκέλευθον 380: καὶ Νότον, ἐν φιλότητι θεὰ θεῷ εὐνηθεῖσα. 381: τοὺς δὲ μέτʼ ἀστέρα τίκτεν Ἑωσφόρον Ἠριγένεια 382: ἄστρα τε λαμπετόωντα, τά τʼ οὐρανὸς ἐστεφάνωται. >>> END OF ASSIGNED VERSES <<< CONTEXT AFTER (do not translate) 383: Στὺξ δʼ ἔτεκʼ Ὠκεανοῦ θυγάτηρ Πάλλαντι μιγεῖσα 384: Ζῆλον καὶ Νίκην καλλίσφυρον ἐν μεγάροισιν· 385: καὶ Κράτος ἠδὲ Βίην ἀριδείκετα γείνατο τέκνα, 386: τῶν οὐκ ἔστʼ ἀπάνευθε Διὸς δόμος, οὐδέ τις ἕδρη, 387: οὐδʼ ὁδός, ὅππη μὴ κείνοις θεὸς ἡγεμονεύῃ, 388: ἀλλʼ αἰεὶ πὰρ Ζηνὶ βαρυκτύπῳ ἑδριόωνται.