Write an English version of the marked Greek lines for a 16-year-old who does not know Greek myths. Make it clear and enjoyable to read, with natural sentences and some of the poem’s rhythm. Keep Hesiod’s meaning and images. Use today’s words, not old-fashioned ones. Do not add or leave out important facts. Explain unfamiliar names briefly in the text. Return one JSON result for each section below. Give each a short title, the translation, a very simple summary, and one short card for each useful name or hard word. Use the name hints only if they fit the Greek. Put real doubts in "uncertainties". SECTIONS [{"id": "p018", "start": 226, "end": 232, "heading": "The children of Strife"}, {"id": "p019", "start": 233, "end": 239, "heading": "The sea god Nereus"}, {"id": "p020", "start": 240, "end": 264, "heading": "The daughters of Nereus"}, {"id": "p021", "start": 265, "end": 286, "heading": "Iris and the Gorgons"}] NAME HINTS [] CONTEXT BEFORE (do not translate) 220: αἵτʼ ἀνδρῶν τε θεῶν τε παραιβασίας ἐφέπουσιν· 221: οὐδέ ποτε λήγουσι θεαὶ δεινοῖο χόλοιο, 222: πρίν γʼ ἀπὸ τῷ δώωσι κακὴν ὄπιν, ὅς τις ἁμάρτῃ. 223: τίκτε δὲ καὶ Νέμεσιν, πῆμα θνητοῖσι βροτοῖσι, 224: Νὺξ ὀλοή· μετὰ τὴν δʼ Ἀπάτην τέκε καὶ Φιλότητα 225: Γῆράς τʼ οὐλόμενον, καὶ Ἔριν τέκε καρτερόθυμον. >>> TRANSLATE THESE GREEK VERSES: 226-286 <<< 226: αὐτὰρ Ἔρις στυγερὴ τέκε μὲν Πόνον ἀλγινόεντα 227: Λήθην τε Λιμόν τε καὶ Ἄλγεα δακρυόεντα 228: Ὑσμίνας τε Μάχας τε Φόνους τʼ Ἀνδροκτασίας τε 229: Νείκεά τε ψευδέας τε Λόγους Ἀμφιλλογίας τε 230: Δυσνομίην τʼ Ἄτην τε, συνήθεας ἀλλήλῃσιν, 231: Ὅρκον θʼ, ὃς δὴ πλεῖστον ἐπιχθονίους ἀνθρώπους 232: πημαίνει, ὅτε κέν τις ἑκὼν ἐπίορκον ὀμόσσῃ. 233: Νηρέα δʼ ἀψευδέα καὶ ἀληθέα γείνατο Πόντος, 234: πρεσβύτατον παίδων· αὐτὰρ καλέουσι γέροντα, 235: οὕνεκα νημερτής τε καὶ ἤπιος, οὐδὲ θεμιστέων 236: λήθεται, ἀλλὰ δίκαια καὶ ἤπια δήνεα οἶδεν· 237: αὖτις δʼ αὖ Θαύμαντα μέγαν καὶ ἀγήνορα Φόρκυν 238: Γαίῃ μισγόμενος καὶ Κητὼ καλλιπάρῃον 239: Εὐρυβίην τʼ ἀδάμαντος ἐνὶ φρεσὶ θυμὸν ἔχουσαν. 240: Νηρῆος δʼ ἐγένοντο μεγήρατα τέκνα θεάων 241: πόντῳ ἐν ἀτρυγέτῳ καὶ Δωρίδος ἠυκόμοιο, 242: κούρης Ὠκεανοῖο, τελήεντος ποταμοῖο, 243: Πλωτώ τʼ Εὐκράντη τε Σαώ τʼ Ἀμφιτρίτη τε 244: Εὐδώρη τε Θέτις τε Γαλήνη τε Γλαύκη τε 245: Κυμοθόη Σπειώ τε Θόη θʼ Ἀλίη τʼ ἐρόεσσα 246: Πασιθέη τʼ Ἐρατώ τε καὶ Εὐνίκη ῥοδόπηχυς 247: καὶ Μελίτη χαρίεσσα καὶ Εὐλιμένη καὶ Ἀγαυὴ 248: Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε 249: Νησαίη τε καὶ Ἀκταίη καὶ Πρωτομέδεια 250: Δωρὶς καὶ Πανόπεια καὶ εὐειδὴς Γαλάτεια 251: Ἱπποθόη τʼ ἐρόεσσα καὶ Ἱππονόη ῥοδόπηχυς 252: Κυμοδόκη θʼ, ἣ κύματʼ ἐν ἠεροειδέι πόντῳ 253: πνοιάς τε ζαέων ἀνέμων σὺν Κυματολήγῃ 254: ῥεῖα πρηΰνει καὶ ἐυσφύρῳ Ἀμφιτρίτῃ, 255: Κυμώ τʼ Ἠιόνη τε ἐυστέφανός θʼ Ἁλιμήδη 256: Γλαυκονόμη τε φιλομμειδὴς καὶ Ποντοπόρεια 257: Ληαγόρη τε καὶ Εὐαγόρη καὶ Λαομέδεια 258: Πουλυνόη τε καὶ Αὐτονόη καὶ Λυσιάνασσα 259: Εὐάρνη τε φυήν τʼ ἐρατὴ καὶ εἶδος ἄμωμος 260: καὶ Ψαμάθη χαρίεσσα δέμας δίη τε Μενίππη 261: Νησώ τʼ Εὐπόμπη τε Θεμιστώ τε Προνόη τε 262: Νημερτής θʼ, ἣ πατρὸς ἔχει νόον ἀθανάτοιο. 263: αὗται μὲν Νηρῆος ἀμύμονος ἐξεγένοντο 264: κοῦραι πεντήκοντα, ἀμύμονα ἔργα ἰδυῖαι. 265: Θαύμας δʼ Ὠκεανοῖο βαθυρρείταο θύγατρα 266: ἠγάγετʼ Ἠλέκτρην· ἣ δʼ ὠκεῖαν τέκεν Ἶριν 267: ἠυκόμους θʼ Ἁρπυίας Ἀελλώ τʼ Ὠκυπέτην τε, 268: αἵ ῥʼ ἀνέμων πνοιῇσι καὶ οἰωνοῖς ἅμʼ ἕπονται 269: ὠκείῃς πτερύγεσσι· μεταχρόνιαι γὰρ ἴαλλον. 270: Φόρκυϊ δʼ αὖ Κητὼ Γραίας τέκε καλλιπαρῄους 271: ἐκ γενετῆς πολιάς, τὰς δὴ Γραίας καλέουσιν 272: ἀθάνατοί τε θεοὶ χαμαὶ ἐρχόμενοί τʼ ἄνθρωποι, 273: Πεμφρηδώ τʼ ἐύπεπλον Ἐνυώ τε κροκόπεπλον, 274: Γοργούς θʼ, αἳ ναίουσι πέρην κλυτοῦ Ὠκεανοῖο 275: ἐσχατιῇ πρὸς Νυκτός, ἵνʼ Ἑσπερίδες λιγύφωνοι, 276: Σθεννώ τʼ Εὐρυάλη τε Μέδουσά τε λυγρὰ παθοῦσα. 277: ἣ μὲν ἔην θνητή, αἳ δʼ ἀθάνατοι καὶ ἀγήρῳ, 278: αἱ δύο· τῇ δὲ μιῇ παρελέξατο Κυανοχαίτης 279: ἐν μαλακῷ λειμῶνι καὶ ἄνθεσιν εἰαρινοῖσιν. 280: τῆς δʼ ὅτε δὴ Περσεὺς κεφαλὴν ἀπεδειροτόμησεν, 281: ἔκθορε Χρυσαωρ τε μέγας καὶ Πήγασος ἵππος. 282: τῷ μὲν ἐπώνυμον ἦεν, ὅτʼ Ὠκεανοῦ περὶ πηγὰς 283: γένθʼ, ὃ δʼ ἄορ χρύσειον ἔχων μετὰ χερσὶ φίλῃσιν. 284: χὠ μὲν ἀποπτάμενος προλιπὼν χθόνα, μητέρα μήλων, 285: ἵκετʼ ἐς ἀθανάτους· Ζηνὸς δʼ ἐν δώμασι ναίει 286: βροντήν τε στεροπήν τε φέρων Διὶ μητιόεντι. >>> END OF ASSIGNED VERSES <<< CONTEXT AFTER (do not translate) 287: Χρυσάωρ δʼ ἔτεκεν τρικέφαλον Γηρυονῆα 288: μιχθεὶς Καλλιρόῃ κούρῃ κλυτοῦ Ὠκεανοῖο. 289: τὸν μὲν ἄρʼ ἐξενάριξε βίη Ἡρακληείη 290: βουσὶ παρʼ εἰλιπόδεσσι περιρρύτῳ εἰν Ἐρυθείῃ 291: ἤματι τῷ ὅτε περ βοῦς ἤλασεν εὐρυμετώπους 292: Τίρυνθʼ εἰς ἱερὴν διαβὰς πόρον Ὠκεανοῖο