Write an English version of the marked Greek lines for a 16-year-old who does not know Greek myths. Make it clear and enjoyable to read, with natural sentences and some of the poem’s rhythm. Keep Hesiod’s meaning and images. Use today’s words, not old-fashioned ones. Do not add or leave out important facts. Explain unfamiliar names briefly in the text. Return one JSON result for each section below. Give each a short title, the translation, a very simple summary, and one short card for each useful name or hard word. Use the name hints only if they fit the Greek. Put real doubts in "uncertainties". SECTIONS [{"id": "p014", "start": 174, "end": 187, "heading": "Cronus strikes; new beings arise"}, {"id": "p015", "start": 188, "end": 206, "heading": "Aphrodite rises from the sea"}, {"id": "p016", "start": 207, "end": 210, "heading": "Sky names the Titans"}, {"id": "p017", "start": 211, "end": 225, "heading": "The children of Night"}] NAME HINTS [] CONTEXT BEFORE (do not translate) 168: φθέγξατο. θαρσήσας δὲ μέγας Κρόνος ἀγκυλομήτης 169: ἂψ αὖτις μύθοισι προσηύδα μητέρα κεδνήν· 170: μῆτερ, ἐγώ κεν τοῦτό γʼ ὑποσχόμενος τελέσαιμι 171: ἔργον, ἐπεὶ πατρός γε δυσωνύμου οὐκ ἀλεγίζω 172: ἡμετέρου· πρότερος γὰρ ἀεικέα μήσατο ἔργα. 173: ὣς φάτο· γήθησεν δὲ μέγα φρεσὶ Γαῖα πελώρη· >>> TRANSLATE THESE GREEK VERSES: 174-225 <<< 174: εἷσε δέ μιν κρύψασα λόχῳ· ἐνέθηκε δὲ χερσὶν 175: ἅρπην καρχαρόδοντα· δόλον δʼ ὑπεθήκατο πάντα. 176: ἦλθε δὲ νύκτʼ ἐπάγων μέγας Οὐρανός, ἀμφὶ δὲ Γαίῃ 177: ἱμείρων φιλότητος ἐπέσχετο καί ῥʼ ἐτανύσθη 178: πάντη· ὃ δʼ ἐκ λοχέοιο πάις ὠρέξατο χειρὶ 179: σκαιῇ, δεξιτερῇ δὲ πελώριον ἔλλαβεν ἅρπην 180: μακρὴν καρχαρόδοντα, φίλου δʼ ἀπὸ μήδεα πατρὸς 181: ἐσσυμένως ἤμησε, πάλιν δʼ ἔρριψε φέρεσθαι 182: ἐξοπίσω· τὰ μὲν οὔ τι ἐτώσια ἔκφυγε χειρός· 183: ὅσσαι γὰρ ῥαθάμιγγες ἀπέσσυθεν αἱματόεσσαι, 184: πάσας δέξατο Γαῖα· περιπλομένων δʼ ἐνιαυτῶν 185: γείνατʼ Ἐρινῦς τε κρατερὰς μεγάλους τε Γίγαντας, 186: τεύχεσι λαμπομένους, δολίχʼ ἔγχεα χερσὶν ἔχοντας, 187: Νύμφας θʼ ἃς Μελίας καλέουσʼ ἐπʼ ἀπείρονα γαῖαν. 188: μήδεα δʼ ὡς τὸ πρῶτον ἀποτμήξας ἀδάμαντι 189: κάββαλʼ ἀπʼ ἠπείροιο πολυκλύστῳ ἐνὶ πόντῳ, 190: ὣς φέρετʼ ἂμ πέλαγος πουλὺν χρόνον, ἀμφὶ δὲ λευκὸς 191: ἀφρὸς ἀπʼ ἀθανάτου χροὸς ὤρνυτο· τῷ δʼ ἔνι κούρη 192: ἐθρέφθη· πρῶτον δὲ Κυθήροισιν ζαθέοισιν 193: ἔπλητʼ, ἔνθεν ἔπειτα περίρρυτον ἵκετο Κύπρον. 194: ἐκ δʼ ἔβη αἰδοίη καλὴ θεός, ἀμφὶ δὲ ποίη 195: ποσσὶν ὕπο ῥαδινοῖσιν ἀέξετο· τὴν δʼ Ἀφροδίτην 196: [del: ἀφρογενέα τε θεὰν καὶ ἐυστέφανον Κυθέρειαν] 197: κικλῄσκουσι θεοί τε καὶ ἀνέρες, οὕνεκʼ ἐν ἀφρῷ 198: θρέφθη· ἀτὰρ Κυθέρειαν, ὅτι προσέκυρσε Κυθήροις· 199: Κυπρογενέα δʼ, ὅτι γέντο πολυκλύστῳ ἐνὶ Κύπρῳ· 200: ἠδὲ φιλομμηδέα, ὅτι μηδέων ἐξεφαάνθη. 201: τῇ δʼ Ἔρος ὡμάρτησε καὶ Ἵμερος ἕσπετο καλὸς 202: γεινομένῃ τὰ πρῶτα θεῶν τʼ ἐς φῦλον ἰούσῃ. 203: ταύτην δʼ ἐξ ἀρχῆς τιμὴν ἔχει ἠδὲ λέλογχε 204: μοῖραν ἐν ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσι, 205: παρθενίους τʼ ὀάρους μειδήματά τʼ ἐξαπάτας τε 206: τέρψιν τε γλυκερὴν φιλότητά τε μειλιχίην τε. 207: τοὺς δὲ πατὴρ Τιτῆνας ἐπίκλησιν καλέεσκε 208: παῖδας νεικείων μέγας Οὐρανός, οὓς τέκεν αὐτός· 209: φάσκε δὲ τιταίνοντας ἀτασθαλίῃ μέγα ῥέξαι 210: ἔργον, τοῖο δʼ ἔπειτα τίσιν μετόπισθεν ἔσεσθαι. 211: νὺξ δʼ ἔτεκεν στυγερόν τε Μόρον καὶ Κῆρα μέλαιναν 212: καὶ Θάνατον, τέκε δʼ Ὕπνον, ἔτικτε δὲ φῦλον Ὀνείρων· 213: οὔ τινι κοιμηθεῖσα θεὰ τέκε Νὺξ ἐρεβεννή, 214: δεύτερον αὖ Μῶμον καὶ Ὀιζὺν ἀλγινόεσσαν 215: Ἑσπερίδας θʼ, ᾗς μῆλα πέρην κλυτοῦ Ὠκεανοῖο 216: χρύσεα καλὰ μέλουσι φέροντά τε δένδρεα καρπόν. 217: καὶ Μοίρας καὶ Κῆρας ἐγείνατο νηλεοποίνους, 218: Κλωθώ τε Λάχεσίν τε καὶ Ἄτροπον, αἵτε βροτοῖσι 219: γεινομένοισι διδοῦσιν ἔχειν ἀγαθόν τε κακόν τε, 220: αἵτʼ ἀνδρῶν τε θεῶν τε παραιβασίας ἐφέπουσιν· 221: οὐδέ ποτε λήγουσι θεαὶ δεινοῖο χόλοιο, 222: πρίν γʼ ἀπὸ τῷ δώωσι κακὴν ὄπιν, ὅς τις ἁμάρτῃ. 223: τίκτε δὲ καὶ Νέμεσιν, πῆμα θνητοῖσι βροτοῖσι, 224: Νὺξ ὀλοή· μετὰ τὴν δʼ Ἀπάτην τέκε καὶ Φιλότητα 225: Γῆράς τʼ οὐλόμενον, καὶ Ἔριν τέκε καρτερόθυμον. >>> END OF ASSIGNED VERSES <<< CONTEXT AFTER (do not translate) 226: αὐτὰρ Ἔρις στυγερὴ τέκε μὲν Πόνον ἀλγινόεντα 227: Λήθην τε Λιμόν τε καὶ Ἄλγεα δακρυόεντα 228: Ὑσμίνας τε Μάχας τε Φόνους τʼ Ἀνδροκτασίας τε 229: Νείκεά τε ψευδέας τε Λόγους Ἀμφιλλογίας τε 230: Δυσνομίην τʼ Ἄτην τε, συνήθεας ἀλλήλῃσιν, 231: Ὅρκον θʼ, ὃς δὴ πλεῖστον ἐπιχθονίους ἀνθρώπους