Write an English version of the marked Greek lines for a 16-year-old who does not know Greek myths. Make it clear and enjoyable to read, with natural sentences and some of the poem’s rhythm. Keep Hesiod’s meaning and images. Use today’s words, not old-fashioned ones. Do not add or leave out important facts. Explain unfamiliar names briefly in the text. Return one JSON result for each section below. Give each a short title, the translation, a very simple summary, and one short card for each useful name or hard word. Use the name hints only if they fit the Greek. Put real doubts in "uncertainties". SECTIONS [{"id": "p010", "start": 116, "end": 125, "heading": "The first beings"}, {"id": "p011", "start": 126, "end": 138, "heading": "Earth, Sky, and the Titans"}, {"id": "p012", "start": 139, "end": 153, "heading": "The Cyclopes and the Hundred-Handers"}, {"id": "p013", "start": 154, "end": 173, "heading": "Earth plans to stop Sky"}] NAME HINTS [] CONTEXT BEFORE (do not translate) 110: ἄστρα τε λαμπετόωντα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν 111: [del: οἵ τʼ ἐκ τῶν ἐγένοντο θεοί, δωτῆρες ἐάων] 112: ὥς τʼ ἄφενος δάσσαντο καὶ ὡς τιμὰς διέλοντο 113: ἠδὲ καὶ ὡς τὰ πρῶτα πολύπτυχον ἔσχον Ὄλυμπον. 114: ταῦτά μοι ἔσπετε Μοῦσαι, Ὀλύμπια δώματʼ ἔχουσαι 115: ἐξ ἀρχῆς, καὶ εἴπαθʼ, ὅ τι πρῶτον γένετʼ αὐτῶν. >>> TRANSLATE THESE GREEK VERSES: 116-173 <<< 116: ἦ τοι μὲν πρώτιστα Χάος γένετʼ, αὐτὰρ ἔπειτα 117: Γαῖʼ εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεὶ 118: [del: ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου,] 119: Τάρταρά τʼ ἠερόεντα μυχῷ χθονὸς εὐρυοδείης, 120: ἠδʼ Ἔρος, ὃς κάλλιστος ἐν ἀθανάτοισι θεοῖσι, 121: λυσιμελής, πάντων δὲ θεῶν πάντων τʼ ἀνθρώπων 122: δάμναται ἐν στήθεσσι νόον καὶ ἐπίφρονα βουλήν. 123: ἐκ Χάεος δʼ Ἔρεβός τε μέλαινά τε Νὺξ ἐγένοντο· 124: Νυκτὸς δʼ αὖτʼ Αἰθήρ τε καὶ Ἡμέρη ἐξεγένοντο, 125: οὓς τέκε κυσαμένη Ἐρέβει φιλότητι μιγεῖσα. 126: Γαῖα δέ τοι πρῶτον μὲν ἐγείνατο ἶσον ἑαυτῇ 127: Οὐρανὸν ἀστερόενθʼ, ἵνα μιν περὶ πάντα καλύπτοι, 128: ὄφρʼ εἴη μακάρεσσι θεοῖς ἕδος ἀσφαλὲς αἰεί. 129: γείνατο δʼ Οὔρεα μακρά, θεῶν χαρίεντας ἐναύλους, 130: Νυμφέων, αἳ ναίουσιν ἀνʼ οὔρεα βησσήεντα. 131: ἣ δὲ καὶ ἀτρύγετον πέλαγος τέκεν, οἴδματι θυῖον, 132: Πόντον, ἄτερ φιλότητος ἐφιμέρου· αὐτὰρ ἔπειτα 133: Οὐρανῷ εὐνηθεῖσα τέκʼ Ὠκεανὸν βαθυδίνην, 134: Κοῖόν τε Κρῖόν θʼ Ὑπερίονά τʼ Ἰαπετόν τε 135: Θείαν τε Ῥείαν τε Θέμιν τε Μνημοσύνην τε 136: Φοίβην τε χρυσοστέφανον Τηθύν τʼ ἐρατεινήν. 137: τοὺς δὲ μέθʼ ὁπλότατος γένετο Κρόνος ἀγκυλομήτης, 138: δεινότατος παίδων· θαλερὸν δʼ ἤχθηρε τοκῆα. 139: γείνατο δʼ αὖ Κύκλωπας ὑπέρβιον ἦτορ ἔχοντας, 140: Βρόντην τε Στερόπην τε καὶ Ἄργην ὀβριμόθυμον, 141: οἳ Ζηνὶ βροντήν τε δόσαν τεῦξάν τε κεραυνόν. 142: οἳ δή τοι τὰ μὲν ἄλλα θεοῖς ἐναλίγκιοι ἦσαν, 143: μοῦνος δʼ ὀφθαλμὸς μέσσῳ ἐνέκειτο μετώπῳ. 144: Κύκλωπες δʼ ὄνομʼ ἦσαν ἐπώνυμον, οὕνεκʼ ἄρα σφέων 145: κυκλοτερὴς ὀφθαλμὸς ἕεις ἐνέκειτο μετώπῳ· 146: ἰσχὺς δʼ ἠδὲ βίη καὶ μηχαναὶ ἦσαν ἐπʼ ἔργοις. 147: ἄλλοι δʼ αὖ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο 148: τρεῖς παῖδες μεγάλοι τε καὶ ὄβριμοι, οὐκ ὀνομαστοί, 149: Κόττος τε Βριάρεώς τε Γύης θʼ, ὑπερήφανα τέκνα. 150: τῶν ἑκατὸν μὲν χεῖρες ἀπʼ ὤμων ἀίσσοντο, 151: ἄπλαστοι, κεφαλαὶ δὲ ἑκάστῳ πεντήκοντα 152: ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν· 153: ἰσχὺς δʼ ἄπλητος κρατερὴ μεγάλῳ ἐπὶ εἴδει. 154: ὅσσοι γὰρ Γαίης τε καὶ Οὐρανοῦ ἐξεγένοντο, 155: δεινότατοι παίδων, σφετέρῳ δʼ ἤχθοντο τοκῆι 156: ἐξ ἀρχῆς· καὶ τῶν μὲν ὅπως τις πρῶτα γένοιτο, 157: πάντας ἀποκρύπτασκε, καὶ ἐς φάος οὐκ ἀνίεσκε, 158: Γαίης ἐν κευθμῶνι, κακῷ δʼ ἐπετέρπετο ἔργῳ 159: Οὐρανός. ἣ δʼ ἐντὸς στοναχίζετο Γαῖα πελώρη 160: στεινομένη· δολίην δὲ κακήν τʼ ἐφράσσατο τέχνην. 161: αἶψα δὲ ποιήσασα γένος πολιοῦ ἀδάμαντος 162: τεῦξε μέγα δρέπανον καὶ ἐπέφραδε παισὶ φίλοισιν· 163: εἶπε δὲ θαρσύνουσα, φίλον τετιημένη ἦτορ· 164: παῖδες ἐμοὶ καὶ πατρὸς ἀτασθάλου, αἴ κʼ ἐθέλητε 165: πείθεσθαι, πατρός κε κακὴν τισαίμεθα λώβην 166: ὑμετέρου· πρότερος γὰρ ἀεικέα μήσατο ἔργα. 167: ὣς φάτο· τοὺς δʼ ἄρα πάντας ἕλεν δέος, οὐδέ τις αὐτῶν 168: φθέγξατο. θαρσήσας δὲ μέγας Κρόνος ἀγκυλομήτης 169: ἂψ αὖτις μύθοισι προσηύδα μητέρα κεδνήν· 170: μῆτερ, ἐγώ κεν τοῦτό γʼ ὑποσχόμενος τελέσαιμι 171: ἔργον, ἐπεὶ πατρός γε δυσωνύμου οὐκ ἀλεγίζω 172: ἡμετέρου· πρότερος γὰρ ἀεικέα μήσατο ἔργα. 173: ὣς φάτο· γήθησεν δὲ μέγα φρεσὶ Γαῖα πελώρη· >>> END OF ASSIGNED VERSES <<< CONTEXT AFTER (do not translate) 174: εἷσε δέ μιν κρύψασα λόχῳ· ἐνέθηκε δὲ χερσὶν 175: ἅρπην καρχαρόδοντα· δόλον δʼ ὑπεθήκατο πάντα. 176: ἦλθε δὲ νύκτʼ ἐπάγων μέγας Οὐρανός, ἀμφὶ δὲ Γαίῃ 177: ἱμείρων φιλότητος ἐπέσχετο καί ῥʼ ἐτανύσθη 178: πάντη· ὃ δʼ ἐκ λοχέοιο πάις ὠρέξατο χειρὶ 179: σκαιῇ, δεξιτερῇ δὲ πελώριον ἔλλαβεν ἅρπην