Write an English version of the marked Greek lines for a 16-year-old who does not know Greek myths. Make it clear and enjoyable to read, with natural sentences and some of the poem’s rhythm. Keep Hesiod’s meaning and images. Use today’s words, not old-fashioned ones. Do not add or leave out important facts. Explain unfamiliar names briefly in the text. Return one JSON result for each section below. Give each a short title, the translation, a very simple summary, and one short card for each useful name or hard word. Use the name hints only if they fit the Greek. Put real doubts in "uncertainties". SECTIONS [{"id": "p006", "start": 63, "end": 79, "heading": "The Muses on Olympus"}, {"id": "p007", "start": 80, "end": 93, "heading": "Their gift to rulers"}, {"id": "p008", "start": 94, "end": 103, "heading": "Their gift to singers"}, {"id": "p009", "start": 104, "end": 115, "heading": "Tell me what came first"}] NAME HINTS [] CONTEXT BEFORE (do not translate) 57: νόσφιν ἀπʼ ἀθανάτων ἱερὸν λέχος εἰσαναβαίνων· 58: ἀλλʼ ὅτε δή ῥʼ ἐνιαυτὸς ἔην, περὶ δʼ ἔτραπον ὧραι 59: μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη, 60: ἣ δʼ ἔτεκʼ ἐννέα κούρας ὁμόφρονας, ᾗσιν ἀοιδὴ 61: μέμβλεται ἐν στήθεσσιν, ἀκηδέα θυμὸν ἐχούσαις, 62: τυτθὸν ἀπʼ ἀκροτάτης κορυφῆς νιφόεντος Ὀλύμπου. >>> TRANSLATE THESE GREEK VERSES: 63-115 <<< 63: ἔνθα σφιν λιπαροί τε χοροὶ καὶ δώματα καλά. 64: πὰρ δʼ αὐτῇς Χάριτές τε καὶ Ἵμερος οἰκίʼ ἔχουσιν 65: ἐν θαλίῃς· ἐρατὴν δὲ διὰ στόμα ὄσσαν ἱεῖσαι 66: μέλπονται πάντων τε νόμους καὶ ἤθεα κεδνὰ 67: ἀθανάτων κλείουσιν, ἐπήρατον ὄσσαν ἱεῖσαι. 68: αἳ τότʼ ἴσαν πρὸς Ὄλυμπον ἀγαλλόμεναι ὀπὶ καλῇ, 69: ἀμβροσίῃ μολπῇ· περὶ δʼ ἴαχε γαῖα μέλαινα 70: ὑμνεύσαις, ἐρατὸς δὲ ποδῶν ὕπο δοῦπος ὀρώρει 71: νισσομένων πατέρʼ εἰς ὅν· ὃ δʼ οὐρανῷ ἐμβασιλεύει, 72: αὐτὸς ἔχων βροντὴν ἠδʼ αἰθαλόεντα κεραυνόν, 73: κάρτει νικήσας πατέρα Κρόνον· εὖ δὲ ἕκαστα 74: ἀθανάτοις διέταξεν ὁμῶς καὶ ἐπέφραδε τιμάς. 75: ταῦτʼ ἄρα Μοῦσαι ἄειδον, Ὀλύμπια δώματʼ ἔχουσαι, 76: ἐννέα θυγατέρες μεγάλου Διὸς ἐκγεγαυῖαι, 77: Κλειώ τʼ Εὐτέρπη τε Θάλειά τε Μελπομένη τε 78: Τερψιχόρη τʼ Ἐρατώ τε Πολύμνιά τʼ Οὐρανίη τε 79: Καλλιόπη θʼ· ἣ δὲ προφερεστάτη ἐστὶν ἁπασέων. 80: ἣ γὰρ καὶ βασιλεῦσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ. 81: ὅν τινα τιμήσωσι Διὸς κοῦραι μεγάλοιο 82: γεινόμενόν τε ἴδωσι διοτρεφέων βασιλήων, 83: τῷ μὲν ἐπὶ γλώσσῃ γλυκερὴν χείουσιν ἐέρσην, 84: τοῦ δʼ ἔπεʼ ἐκ στόματος ῥεῖ μείλιχα· οἱ δέ τε λαοὶ 85: πάντες ἐς αὐτὸν ὁρῶσι διακρίνοντα θέμιστας 86: ἰθείῃσι δίκῃσιν· ὃ δʼ ἀσφαλέως ἀγορεύων 87: αἶψά κε καὶ μέγα νεῖκος ἐπισταμένως κατέπαυσεν· 88: τοὔνεκα γὰρ βασιλῆες ἐχέφρονες, οὕνεκα λαοῖς 89: βλαπτομένοις ἀγορῆφι μετάτροπα ἔργα τελεῦσι 90: ῥηιδίως, μαλακοῖσι παραιφάμενοι ἐπέεσσιν. 91: ἐρχόμενον δʼ ἀνʼ ἀγῶνα θεὸν ὣς ἱλάσκονται 92: αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν· 93: τοίη Μουσάων ἱερὴ δόσις ἀνθρώποισιν. 94: ἐκ γάρ τοι Μουσέων καὶ ἑκηβόλου Ἀπόλλωνος 95: ἄνδρες ἀοιδοὶ ἔασιν ἐπὶ χθόνα καὶ κιθαρισταί, 96: ἐκ δὲ Διὸς βασιλῆες· ὃ δʼ ὄλβιος, ὅν τινα Μοῦσαι 97: φίλωνται· γλυκερή οἱ ἀπὸ στόματος ῥέει αὐδή. 98: εἰ γάρ τις καὶ πένθος ἔχων νεοκηδέι θυμῷ 99: ἄζηται κραδίην ἀκαχήμενος, αὐτὰρ ἀοιδὸς 100: Μουσάων θεράπων κλέεα προτέρων ἀνθρώπων 101: ὑμνήσῃ μάκαράς τε θεούς, οἳ Ὄλυμπον ἔχουσιν, 102: αἶψʼ ὅ γε δυσφροσυνέων ἐπιλήθεται οὐδέ τι κηδέων 103: μέμνηται· ταχέως δὲ παρέτραπε δῶρα θεάων. 104: χαίρετε, τέκνα Διός, δότε δʼ ἱμερόεσσαν ἀοιδήν. 105: κλείετε δʼ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων, 106: οἳ Γῆς τʼ ἐξεγένοντο καὶ Οὐρανοῦ ἀστερόεντος, 107: Νυκτός τε δνοφερῆς, οὕς θʼ ἁλμυρὸς ἔτρεφε Πόντος. 108: εἴπατε δʼ, ὡς τὰ πρῶτα θεοὶ καὶ γαῖα γένοντο 109: καὶ ποταμοὶ καὶ πόντος ἀπείριτος, οἴδματι θυίων, 110: ἄστρα τε λαμπετόωντα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν 111: [del: οἵ τʼ ἐκ τῶν ἐγένοντο θεοί, δωτῆρες ἐάων] 112: ὥς τʼ ἄφενος δάσσαντο καὶ ὡς τιμὰς διέλοντο 113: ἠδὲ καὶ ὡς τὰ πρῶτα πολύπτυχον ἔσχον Ὄλυμπον. 114: ταῦτά μοι ἔσπετε Μοῦσαι, Ὀλύμπια δώματʼ ἔχουσαι 115: ἐξ ἀρχῆς, καὶ εἴπαθʼ, ὅ τι πρῶτον γένετʼ αὐτῶν. >>> END OF ASSIGNED VERSES <<< CONTEXT AFTER (do not translate) 116: ἦ τοι μὲν πρώτιστα Χάος γένετʼ, αὐτὰρ ἔπειτα 117: Γαῖʼ εὐρύστερνος, πάντων ἕδος ἀσφαλὲς αἰεὶ 118: [del: ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου,] 119: Τάρταρά τʼ ἠερόεντα μυχῷ χθονὸς εὐρυοδείης, 120: ἠδʼ Ἔρος, ὃς κάλλιστος ἐν ἀθανάτοισι θεοῖσι, 121: λυσιμελής, πάντων δὲ θεῶν πάντων τʼ ἀνθρώπων